Kitap 6
13.2
πέμψας τέ τινας ἐς Τουδέραν τε καὶ Κλούσιον χαρακώματα ἐπήγγειλε ποιεῖσθαι, οἷς δὴ ἕψεσθαί τε ἔμελλε καὶ ξυμπολιορκήσειν τοὺς τῇδε βαρβάρους.
13.3
οἱ δέ, ἐπεὶ προσιόντα τὸν στρατὸν ἔμαθον, οὐχ ὑποστάντες τὸν κίνδυνον πρέσβεις τε παρὰ Βελισάριον ἔπεμψαν καὶ παραδώσειν ὁμολογίᾳ σφᾶς τε αὐτοὺς καὶ πόλιν ἑκατέραν ὑπέσχοντο, ἐφ’ ᾧ κακῶν ἀπαθεῖς μείνωσι. παραγενομένῳ τέ οἱ ἐπιτελῆ τὴν ὑπόσχεσιν ἐποιήσαντο.
13.4
ὁ δὲ Γότθους μὲν ἅπαντας ἐνθένδε ἀναστήσας ἐπὶ Σικελίας τε καὶ Νεαπόλεως ἔπεμψεν, ἐν δὲ Κλουσίῳ καὶ Τουδέρᾳ φρουρὰν καταστησάμενος πρόσω ἦγε τὸ στράτευμα.
13.5
Ἐν τούτῳ δὲ Οὐίττιγις στρατιὰν ἄλλην καὶ ἄρχοντα Οὐάκιμον ἐς Αὔξιμον πέμψας τοῖς ἐκείνῃ Γότθοις ἐκέλευεν ἀναμίγνυσθαι, καὶ ξὺν αὐτοῖς ἐπὶ τοὺς ἐν Ἀγκῶνι πολεμίους ἰόντας ἀποπειράσασθαι τοῦ ταύτῃ φρουρίου.
13.6
ὁ δὲ Ἀγκὼν οὗτος πέτρα τίς ἐστιν ἐγγώνιος, ἀφ’ οὗ καὶ τὴν προσηγορίαν εἴληφε ταύτην· ἀγκῶνι γὰρ ἐπὶ πλεῖστον ἐμφερής ἐστιν.
13.7
ἀπέχει δὲ σταδίους ὀγδοήκοντα πόλεως μάλιστα Αὐξίμου, ἧς δή ἐστιν ἐπίνειον. καὶ τὸ μὲν τοῦ φρουρίου ὀχύρωμα ἐπὶ πέτρας τῆς ἐγγωνίου ἐν ἀσφαλεῖ κεῖται, τὰ δὲ ἐκτὸς ἅπαντα οἰκοδομήματα, καίπερ ὄντα πολλά,
13.8
ἐκ παλαιοῦ ἀτείχιστα ἦν. Κόνων δέ, ὃς τῇ τοῦ χωρίου φυλακῇ ἐφειστήκει, ἐπειδὴ τάχιστα τοὺς ἀμφὶ τὸν Οὐάκιμον ἤκουσεν ἐπιέναι τε καὶ ἤδη που οὐκ ἄποθεν εἶναι, ἐπίδειξιν πεποίηται ἀλογίστου γνώμης.