Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

12.36 Ἔνθεν τε ἐς Μεδιόλανον πόλιν ἀφίκοντο καὶ αὐτὴν ἀμαχητὶ ξὺν Λιγουρίᾳ τῇ ἄλλῃ ἔσχον.
12.37 ἅπερ ἐπειδὴ Οὐίττιγις ἔμαθε, στράτευμά τε πολὺ κατὰ τάχος καὶ Οὐραΐαν ἄρχοντα, τὸν αὑτοῦ ἀδελφιδοῦν, ἔπεμψε.
12.38 καὶ Θευδίβερτος δέ οἱ, ὁ Φράγγων ἀρχηγός, ἄνδρας μυρίους δεηθέντι ἐς ξυμμαχίαν ἀπέστειλεν, οὐ Φράγγων αὐτῶν, ἀλλὰ Βουργουζιώνων, τοῦ μὴ δοκεῖν τὰ βασιλέως ἀδικεῖν πράγματα.
12.39 οἱ γὰρ Βουργουζίωνες ἐθελούσιοί τε καὶ αὐτονόμῳ γνώμῃ, οὐ Θευδιβέρτῳ κελεύοντι ἐπακούοντες δῆθεν τῷ λόγῳ ἐστέλλοντο. οἷς δὴ οἱ Γότθοι ἀναμιχθέντες ἔς τε Μεδιόλανον Ῥωμαίων ἥκιστα προσδεχομένων ἀφίκοντο καὶ ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν. ταύτῃ γοῦν οὐδέ τι ἐσκομίσασθαι τῶν ἐπιτηδείων Ῥωμαῖοι ἔσχον, ἀλλ’ εὐθὺς ἤχθοντο τῶν ἀναγκαίων τῇ ἀπορίᾳ.
12.40 οὐ μὴν οὐδὲ τοῦ περιβόλου τὴν φυλακὴν οἱ στρατιῶται εἶχον, ἐπεὶ ὁ Μουνδίλας πόλεις τε καταλαβὼν ἔτυχεν ὅσαι Μεδιολάνου ἄγχιστα οὖσαι ὀχυρώματα εἶχον, Βέργομόν τε καὶ Κῶμον καὶ Νοβαρίας καὶ ἄλλα ἄττα πολίσματα, καὶ φρουρὰς πανταχόθι λόγου ἀξίας καταστησάμενος, αὐτὸς δὲ τριακοσίους μάλιστα ἔχων ἐν Μεδιολάνῳ ἔμεινε, καὶ ξὺν αὐτῷ Ἔννης τε καὶ Παῦλος.
12.41 ὥστε ἀνάγκῃ οἱ τῆς πόλεως οἰκήτορες ἐκ περιτροπῆς ἀεὶ τὴν φυλακὴν εἶχον. τὰ μὲν οὖν ἐν Λιγούροις ἐφέρετο τῇδε καὶ ὁ χειμὼν ἔληγε, καὶ τρίτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Προκόπιος ξυνέγραψε.
13.1 Βελισάριος δὲ ἀμφὶ θερινὰς τροπὰς ἐπί τε Οὐίττιγιν καὶ τὸ Γότθων στρατόπεδον ᾔει, ὀλίγους μέν τινας φρουρᾶς ἕνεκα ἐν Ῥώμῃ ἀπολιπών, τοὺς δὲ ἄλλους ξὺν αὑτῷ ἅπαντας ἐπαγόμενος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi