Kitap 6
12.27
ἡγεῖτο δὲ τῶν Ἰσαύρων Ἔννης, τῶν δὲ Θρᾳκῶν Παῦλος, Μουνδίλας τε ἅπασιν ἐφειστήκει καὶ αὐτὸς ἦρχεν ὀλίγους τινὰς τῶν Βελισαρίου ὑπασπιστῶν ἔχων. ξυνῆν δὲ αὐτοῖς καὶ Φιδέλιος, ὃς ἐγεγόνει τῆς αὐλῆς ἔπαρχος.
12.28
ἐκ Μεδιολάνου γὰρ ὁρμώμενος ἐπιτήδειος τούτῳ ἔδοξε τῷ στρατῷ ἕπεσθαι ἅτε δύναμίν τινα ἐν Λιγούροις ἔχων.
12.29
πλεύσαντες οὖν ἐκ τοῦ Ῥωμαίων λιμένος Γενούᾳ προσέσχον, ἣ Τουσκίας μέν ἐστιν ἐσχάτη, παράπλου δὲ καλῶς Γάλλων τε καὶ Ἱσπανῶν κεῖται.
12.30
ἔνθα δὴ τάς τε ναῦς ἀπολιπόντες καὶ ὁδῷ πορευόμενοι πρόσω ἐχώρουν, τοὺς λέμβους τῶν νηῶν ἐν ταῖς ἁμάξαις ἐνθέμενοι, ὅπως ἂν Πάδον τὸν ποταμὸν διαβαίνουσι μηδὲν σφίσιν ἐμπόδιον εἴη.
12.31
οὕτω γοῦν τοῦ ποταμοῦ τὴν διάβασιν ἐποιήσαντο. ἐπεὶ δὲ τὸν Πάδον διαβάντες ἐς Τικηνὸν πόλιν ἀφίκοντο, Γότθοι αὐτοῖς ἀπαντήσαντες ἐς χεῖρας ἦλθον.
12.32
ἦσαν δὲ πολλοί τε καὶ ἄριστοι, ἐπεὶ τῶν χρημάτων τὰ τιμιώτατα βάρβαροι ἅπαντες οἳ ταύτῃ ᾤκηντο ἐν Τικηνῷ καταθέμενοι ἅτε ἐν χωρίῳ ὀχύρωμα ἰσχυρὸν ἔχοντι, φρουρὰν ἐνταῦθα λόγου ἀξίαν ἐλίποντο.
12.33
μάχης οὖν καρτερᾶς γενομένης ἐνίκων Ῥωμαῖοι, καὶ τοὺς ἐναντίους τρεψάμενοι διέφθειράν τε συχνοὺς καὶ τὴν πόλιν ἐν τῇ διώξει ἑλεῖν παρ’ ὀλίγον ἦλθον. μόλις γὰρ ἐπιθεῖναι τὰς πύλας οἱ βάρβαροι ἴσχυσαν, ἐγκειμένων σφίσι τῶν πολεμίων.
12.34
Ῥωμαίων δὲ ὀπίσω ἀπελαυνόντων Φιδέλιος εὐξόμενος ἔς τινα τῶν ἐκείνῃ νεῶν ὕστατος ἔμεινε. τύχῃ δέ τινι ὀκλάσαντός οἱ τοῦ ἵππου ἔπεσε.
12.35
καὶ αὐτὸν κατιδόντες Γότθοι, ἐπεὶ τοῦ περιβόλου ἄγχιστα ἐπεπτώκει, ἐπεξελθόντες ἔκτεινάν τε καὶ ἔλαθον τοὺς πολεμίους. οὗ δὴ ὕστερον Μουνδίλας τε καὶ Ῥωμαῖοι αἰσθόμενοι ἤσχαλλον.