Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

12.18 χωρὶς δὲ τούτων τότε μὲν ἡμᾶς ἐς εὐτολμίαν ὥρμα ἐπίδειξίς τε τῆς ἐς τὴν πολιτείαν εὐνοίας καὶ τὸ ἐκ τῶν ἀγώνων ἐσόμενον κλέος ἐς πάντας ἀνθρώπους.
12.19 νῦν δὲ οὔτε περιεῖναι ἡμᾶς, ὅτι μὴ διὰ τῆς εὐψυχίας, οἷόν τέ ἐστιν, ἐπάναγκές τε οὐκ ἄλλου του ἢ τοῦ βιώσεσθαι ἡμᾶς αὐτοὺς ἕνεκα τοῦτον ὑποστῆναι τὸν κίνδυνον.
12.20 ὥστε εἰ μέν τισιν ὑμῶν ἀρετῆς τι μεταποιεῖσθαι ξυμβαίνει, πάρεστιν αὐτοῖς ἀνδραγαθιζομένοις, εἴπερ τισὶ καὶ ἄλλοις, ἐνδόξοις γενέσθαι.
12.21 κτῶνται γὰρ εὔκλειαν οὐχ οἱ τῶν καταδεεστέρων κρατήσαντες, ἀλλ’ οἳ ἂν τῇ παρασκευῇ ἐλασσούμενοι τῷ τῆς ψυχῆς μεγέθει νικῷεν.
12.22 οἷς δὲ τὸ φιλόψυχον ἐμπέφυκε μᾶλλον, τούτοις δὴ μάλιστα τὸ εὐτόλμοις εἶναι ξυνοίσει, ἐπεὶ ἅπαντες ἐκ τοῦ ἐπὶ πλεῖστον, οἷς τὰ πράγματα ἐπὶ ξυροῦ ἀκμῆς, ὥσπερ ἡμῖν τανῦν, ἵσταται, μόνῳ ἂν τῷ τῶν κινδύνων ὑπερφρονεῖν διασώζοιντο.”
12.23 Τοσαῦτα μὲν Ἰωάννης εἰπὼν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους τὸ στράτευμα, ὀλίγους τινὰς ἐς τὰς ἐπάλξεις ἀπολιπών.
12.24 ἀνδρείως δὲ αὐτοὺς ὑφισταμένων τῶν πολεμίων γέγονε καρτερὰ ἐς ἄγαν ἡ μάχη. καὶ τὸν μὲν πύργον μόλις τε καὶ ὀψὲ τῆς ἡμέρας ἐς τὸ σφέτερον οἱ βάρβαροι στρατόπεδον ἐνεγκεῖν ἴσχυσαν.
12.25 τοσούτους μέντοι τὸ πλῆθος ἀπέβαλον τῶν ἐν σφίσι μαχίμων, ὥστε οὐκέτι τειχομαχεῖν τὸ λοιπὸν ἔγνωσαν, ἀλλ’ ἀπογνόντες ἡσυχῆ ἔμενον, λιμῷ πιεζομένους προσχωρήσειν αὐτοῖς τοὺς πολεμίους καραδοκοῦντες. λίαν γὰρ αὐτοὺς ἅπαντα ἤδη τὰ ἐπιτήδεια ἐπελελοίπει, ἐπεὶ οὐχ εὗρον ὅθεν αὐτὰ διαρκῶς ἐσκομίσονται.
12.26 Ταῦτα μὲν οὖν ἐγίνετο τῇδε. Βελισάριος δὲ τοῖς ἐκ Μεδιολάνου ἥκουσι χιλίους ἔπεμψεν Ἰσαύρους τε καὶ Θρᾷκας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi