Kitap 6
12.10
Οὐίττιγις δὲ ἅμα ἡμέρᾳ τά τε πεπραγμένα κατανοήσας καὶ περιαλγήσας τοῖς ξυμπεσοῦσι διεχρήσατο μὲν τῶν φυλάκων τινάς, οὐδὲν δὲ ἧσσον ἐπάγειν τὴν μηχανὴν ἐν σπουδῇ ἔχων ἐκέλευε φακέλλων πλῆθος τοὺς Γότθους ἐν τῇ τάφρῳ κατὰ τάχος ῥίπτειν, οὕτω τε τὸν πύργον ἐνταῦθα ἐφέλκοντας ἄγειν.
12.11
καὶ οἱ μὲν ταῦτα, ὥσπερ Οὐίττιγις ἐπέτελλεν, ἔπρασσον προθυμίᾳ τῇ πάσῃ, καίπερ τῶν ἐναντίων καρτερώτατα ἐκ τοῦ τείχους ἀμυνομένων. οἱ δὲ φάκελλοι, ἐμπεσόντος σφίσι τοῦ πύργου, βαρυνόμενοι, ὡς τὸ εἰκός, ὑπεχώρουν κάτω.
12.12
διὸ δὴ οἱ βάρβαροι πρόσω ἰέναι ξὺν τῇ μηχανῇ οὐδαμῆ εἶχον, ἐπεὶ ἄναντες σφίσι πολλῷ ἔτι μᾶλλον ἐγίνετο, οὗ δὴ ξυννήσαντες τὸν χοῦν ἔτυχον, ὥσπερ μοι ἐρρήθη,
12.13
Ῥωμαῖοι. δείσαντες οὖν μὴ νυκτὸς ἐπιγινομένης ἐπεξελθόντες οἱ πολέμιοι τὴν μηχανὴν καύσωσιν,
12.14
ὀπίσω αὐτὴν αὖθις ἐφεῖλκον. ὅπερ Ἰωάννης κωλύειν δυνάμει τῇ πάσῃ ἐν σπουδῇ ἔχων τούς τε στρατιώτας ἐξώπλισε καὶ ξυγκαλέσας ἅπαντας τοιάδε παρεκελεύσατο·
12.15
“Ἄνδρες, οἷς τοῦδε τοῦ κινδύνου ξὺν ἡμῖν μέτεστιν, εἴ τῳ ὑμῶν πρὸς ἡδονήν ἐστι βιῶναί τε καὶ τοὺς οἴκοι ἀπολελειμμένους ἰδεῖν, μὴ ἐπ’ ἄλλῳ τῳ κεκτημένος τὴν τούτων ἐλπίδα ἢ ἐν ταῖς χερσὶ ταῖς αὐτοῦ γνώτω.
12.16
ἡνίκα μὲν γὰρ Βελισάριος ἡμᾶς τὸ ἐξ ἀρχῆς ἔστελλε, πολλῶν ἡμᾶς ἐλπίς τε καὶ ἔρως ἐς τὴν τοῦ ἔργου προθυμίαν ἐνῆγον.
12.17
οὔτε γὰρ ἐν γῇ τῇ παραλίᾳ πολιορκηθήσεσθαι ὑπωπτεύομεν, οὕτω δὴ θαλασσοκρατούντων Ῥωμαίων, οὔτε τοσοῦτον ἡμῶν περιόψεσθαι τὸν βασιλέως στρατὸν ὑπετόπησεν ἄν τις.