Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

11.19 διὸ δὴ χεῖράς τε οἱ Γότθοι τοῖς ἔτι ἀμφὶ τὴν πυλίδα οὖσιν ὤρεγον καὶ ξὺν τῷ φρουρίῳ σφᾶς αὐτοὺς ὁμολογίᾳ παρέδοσαν, ἐφ’ ᾧ κακῶν ἀπαθεῖς μείνωσι, βασιλέως τε δοῦλοι καὶ Βελισαρίου κατήκοοι ὄντες.
11.20 καὶ αὐτῶν Ἰλδίγερ τε καὶ Μαρτῖνος τοὺς μὲν πλείστους ἀναστήσαντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ξὺν αὑτοῖς ἦγον, ὀλίγους δέ τινας ξὺν τοῖς παισί τε καὶ γυναιξὶν αὐτοῦ εἴασαν. ἐλίποντο δέ τινα καὶ Ῥωμαίων φρουράν.
11.21 ἐνθένδε τε ἐς Ἀγκῶνα ἐλθόντες καὶ πολλοὺς ἀπαγαγόμενοι τῶν ἐκείνῃ πεζῶν ἐς Ἀρίμινον τριταῖοι ἀφίκοντο, τήν τε Βελισαρίου γνώμην ἀπήγγελλον.
11.22 Ἰωάννης δὲ οὔτε αὐτὸς ἕπεσθαι ἤθελε καὶ Δαμιανὸν ξὺν τοῖς τετρακοσίοις κατεῖχεν. οἱ δὲ τοὺς πεζοὺς αὐτοῦ ἀπολιπόντες κατὰ τάχος ἐνθένδε ξὺν τοῖς Βελισαρίου δορυφόροις τε καὶ ὑπασπισταῖς ἀνεχώρησαν.
12.1 Καὶ Οὐίττιγις οὐκ ἐς μακρὰν παντὶ τῷ στρατῷ ἐς Ἀρίμινον ἦλθεν, οὗ δὴ ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν. αὐτίκα τε πύργον ξύλινον τοῦ τῆς πόλεως περιβόλου καθυπέρτερον τεκτηνάμενοι τροχοῖς τέσσαρσιν ἀνεχόμενον ἐπὶ τὸ τεῖχος ἦγον, ᾗ μάλιστα ἐπιμαχώτατον αὐτοῖς ἔδοξεν εἶναι.
12.2 ὅπως δὲ μὴ πάθωσιν ὅπερ αὐτοῖς πρὸ τοῦ Ῥώμης περιβόλου ξυνηνέχθη παθεῖν, οὐ διὰ τῶν βοῶν τὸν πύργον ἦγον, ἀλλ’ αὐτοὶ ἔνδον κρυπτόμενοι ἐφεῖλκον.
12.3 κλῖμαξ δὲ ἦν τις τοῦ πύργου ἐντὸς εὐρεῖα ἐς ἄγαν, δι’ ἧς τὸ τῶν βαρβάρων πλῆθος ἀναβήσεσθαι εὐπετῶς ἔμελλον, ἐλπίδα ἔχοντες ὡς, ἐπειδὰν τάχιστα τὸν πύργον τῷ περιβόλῳ ἐρείσωσιν, ἐνθένδε πόνῳ οὐδενὶ ἐπιβήσονται κατὰ τὰς τοῦ τείχους ἐπάλξεις· οὕτω γὰρ αὐτοῖς ἡ τοῦ πύργου ὑπερβολὴ εἴργαστο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi