Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

9.21 ὃς δὴ αἰκιζόμενος ἐς φῶς τε ἅπαντα ἤνεγκεν ὅσα δρᾶν ἔμελλε καὶ τὸ φάρμακον ἐπεδείκνυεν ὅπερ Οὐίττιγις αὐτῷ ἐδεδώκει.
9.22 καὶ αὐτοῦ Βελισάριος τήν τε ῥῖνα καὶ τὰ ὦτα λωβησάμενος ἐς τῶν πολεμίων τὸ χαράκωμα ὄνῳ ὀχούμενον ἔπεμψε.
9.23 καὶ κατιδόντες αὐτὸν οἱ βάρβαροι ἔγνωσαν ὡς ὁ θεὸς οὐκ ἐῴη σφῶν τὰ βουλεύματα ὁδῷ ἰέναι, καὶ δι’ αὐτὸ οὐκ ἄν ποτε ἡ πόλις σφίσιν ἁλώσιμος εἴη.
10.1 Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, ἐν τούτῳ Βελισάριος γράψας πρὸς Ἰωάννην ἔργου ἐκέλευεν ἔχεσθαι. ὁ δὲ ξὺν τοῖς δισχιλίοις ἱππεῦσι τὴν Πικηνῶν περιιὼν χώραν τὰ ἐν ποσὶν ἐληΐζετο πάντα, παῖδάς τε καὶ γυναῖκας τῶν πολεμίων ἐν ἀνδραπόδων ποιούμενος λόγῳ.
10.2 Οὐλίθεόν τε, τὸν Οὐιττίγιδος θεῖον, ξὺν Γότθων στρατῷ ὑπαντιάσαντα μάχῃ νικήσας αὐτόν τε κτείνει καὶ πάντα σχεδὸν τὸν τῶν πολεμίων στρατόν.
10.3 διὸ δὴ οὐδείς οἱ ἐτόλμα ἔτι ἐς χεῖρας ἰέναι. ἐπεὶ δὲ ἀφῖκτο ἐς Αὔξιμον πόλιν, Γότθων μὲν ἐνταῦθα φρουρὰν οὐκ ἀξιόχρεών τινα ἔμαθεν εἶναι, ἄλλως δὲ ὀχυρόν τε καὶ ἀνάλωτον κατενόησε τὸ χωρίον.
10.4 καὶ ἀπ’ αὐτοῦ προσεδρεύειν μὲν οὐδαμῆ ἤθελεν, ἀλλὰ ἀπαλλαγεὶς ἐνθένδε ὅτι τάχιστα πρόσω ἤλαυνε.
10.5 ταὐτὸ δὲ τοῦτο καὶ Οὐρβῖνον ἀμφὶ πόλιν ἐποίει, ἔς τε Ἀρίμινον Ῥωμαίων αὐτὸν ἐπαγαγομένων ἐσήλαυνεν, ἥπερ μιᾶς ἡμέρας ὁδῷ Ῥαβέννης διέχει.
10.6 οἱ μὲν οὖν βάρβαροι ὅσοι φρουρὰν ἐνταῦθα εἶχον, ὑποψίᾳ ἐς Ῥωμαίους τοὺς οἰκήτορας πολλῇ χρώμενοι, ἐπειδὴ προϊέναι τὸ στράτευμα τοῦτο ἐπύθοντο, ἀπεχώρησάν τε καὶ δρόμῳ ἰόντες ἐν Ῥαβέννῃ ἐγένοντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi