Kitap 6
7.37
αὕτη δὲ ἡ πόλις ᾤκισται μὲν ἐν Λιγούροις, μέση που μάλιστα Ῥαβέννης τε πόλεως καὶ Ἄλπεων τῶν ἐν Γάλλων ὁρίοις κειμένη·
7.38
ἑκατέρωθεν γὰρ ἐς αὐτὴν ὀκτὼ ἡμερῶν ὁδὸς ἀνδρὶ εὐζώνῳ ἐστί· πρώτη δὲ πόλεων τῶν ἑσπερίων μετά γε Ῥώμην μεγέθει τε καὶ πολυανθρωπίᾳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ ἐτύγχανεν οὖσα. καὶ αὐτοῖς Βελισάριος ὑποσχόμενος τὴν δέησιν ἐπιτελῆ ποιήσειν κατεῖχεν αὐτοῦ τὴν τοῦ χειμῶνος ὥραν.
8.1
Ταῦτα μὲν δὴ ὧδέ πη εἶχε. τῆς δὲ τύχης ὁ φθόνος ᾤδαινεν ἤδη ἐπὶ Ῥωμαίους, ἐπεὶ τὰ πράγματα εὖ τε καὶ καλῶς σφίσιν ἐπίπροσθεν προϊόντα ἑώρα, κακῷ τε κεραννύναι τινὶ ταῦτα ἐθέλουσα, ἔριν ἐξ οὐδεμιᾶς αἰτίας λόγου ἀξίας ἐπενόει Βελισαρίῳ τε καὶ Κωνσταντίνῳ, ἣ ὅπως τε ἔφυ καὶ ἐς ὅ τι ἐτελεύτησεν, ἐρῶν ἔρχομαι.
8.2
Πρεσίδιος ἦν τις, ἀνὴρ Ῥωμαῖος, ᾠκημένος μὲν ἐπὶ Ῥαβέννης, ὢν δὲ οὐκ ἀφανής. οὗτος ὁ Πρεσίδιος, ὅτι δὴ Γότθοις προσκεκρουκώς, ἡνίκα Οὐίττιγις ἐπὶ Ῥώμην στρατεύειν ἔμελλε, ξὺν ὀλίγοις τισὶ τῶν οἰκετῶν ἐπὶ κυνηγέσιον δῆθεν τῷ λόγῳ στελλόμενος φεύγει, οὔτε τῳ τὴν βουλὴν κοινωσάμενος οὔτε τι τῶν χρημάτων ξὺν αὑτῷ ἔχων, πλήν γε δὴ ὅτι ξιφίδια δύο αὐτὸς ἔφερεν, ὧν τὼ κουλεὼ χρυσῷ τε πολλῷ καὶ λίθοις ἐντίμοις κεκαλλωπισμένω ἐτυχέτην. καὶ επειδὴ ἐν Σπολιτίῳ ἐγένετο, ἐς νεών τινα ἔξω τοῦ περιβόλου κατέλυσεν.
8.3
ὃ δὴ Κωνσταντῖνος ἀκούσας ʽἐτύγχανε γὰρ ἔτι ἐνταῦθα διατριβὴν ἔχων̓,τῶν τινα ὑπασπιστῶν Μαξεντίολον πέμψας ἄμφω ἀφαιρεῖται λόγῳ οὐδενὶ τὼ ἀκινάκα.