Kitap 6
7.21
διὸ δὴ Γότθοι διαλύειν τε τὰ ξυγκείμενα καί τι ἐς Ῥωμαίους κακουργεῖν ὤργων. πέμψαντες οὖν παρὰ Βελισάριον πρέσβεις ἠδικῆσθαι σφᾶς ἐν σπονδαῖς ἔφασαν·
7.22
Οὐιττίγιδος γὰρ Γότθους τοὺς ἐν Πόρτῳ μεταπεμψαμένου κατά τινα χρείαν Παῦλόν τε καὶ Ἰσαύρους τὸ ταύτῃ φρούριον λόγῳ οὐδενὶ καταλαβόντας ἔχειν.
7.23
ταὐτὸ δὲ τοῦτο ἀμφί τε Ἀλβανῷ καὶ Κεντουκέλλαις δῆθεν τῷ λόγῳ ᾐτιῶντο, ἠπείλουν τε, ἢν μὴ ταῦτα σφίσιν ἀποδιδῷ, οὐκ ἐπιτρέψειν.
7.24
Βελισάριος δὲ ξὺν γέλωτι αὐτοὺς ἀπεπέμψατο, παραπέτασμα μὲν εἶναι ταύτην δὴ τὴν αἰτίαν εἰπών, ἀγνοεῖν δὲ οὐδένα ὅτου δὴ ἕνεκα τὰ χωρία ταῦτα Γότθοι ἐκλίποιεν.
7.25
καὶ τὸ λοιπὸν ὑποψίᾳ τινὶ ἐς ἀλλήλους ἐχρῶντο. Ἔπειτα δὲ Βελισάριος, ἐπεὶ Ῥώμην εἶδε στρατιωτῶν πλήθει ἀκμάζουσαν, ἄλλους τε ἱππέας ἐς χωρία Ῥώμης μακράν που ἄποθεν περιέπεμπε καὶ Βιταλιανοῦ τὸν ἀδελφιδοῦν Ἰωάννην ἐκέλευε ξὺν τοῖς ἑπομένοις ἱππεῦσιν, ὀκτακοσίοις οὖσιν, ἀμφὶ πόλιν Ἄλβαν διαχειμάζειν, ἐν Πικηνοῖς κειμένην·
7.26
καί οἱ τῶν τε Βαλεριανῷ ἑπομένων τετρακοσίους ξυνέπεμψεν, ὧν Δαμιανὸς ὁ Βαλεριανοῦ ἀδελφιδοῦς ἦρχε, καὶ τῶν αὐτοῦ ὑπασπιστῶν ὀκτακοσίους ἄνδρας, διαφερόντως ἀγαθοὺς τὰ πολέμια.
7.27
οἷς δὴ δορυφόρους δύο, Σοῦνταν τε καὶ Ἄδηγιν, ἐπέστησε, καὶ αὐτοὺς μὲν Ἰωάννῃ ἕπεσθαι, ὅπη ἂν αὐτὸς ἐξηγοῖτο, ἐκέλευε· τῷ δὲ Ἰωάννῃ ἐπήγγελλε, τέως μὲν τὰ ξυγκείμενα σφίσι φυλάττοντας ὁρᾷ τοὺς πολεμίους, ἡσυχῆ μένειν· ὅταν δέ οἱ τὴν ἐκεχειρίαν αὐτοῖς λελύσθαι ξυμβαίη, ποιεῖν κατὰ τάδε·