Kitap 6
7.7
διὸ δὴ τοὺς λέμβους νηῶν τῶν μειζόνων ἀπολεξάμενοι, σανίσι τε αὐτοὺς ὑψηλαῖς κύκλῳ τειχίσαντες, ὅπως οἱ πλέοντες πρὸς τῶν πολεμίων ἥκιστα βάλλωνται, τοξότας τε καὶ ναύτας ἐσεβίβασαν κατὰ λόγον ἑκάστου.
7.8
τῶν τε φορτίων ἐν αὐτοῖς ὅσα φέρειν οἷοί τε ἦσαν ἐνθέμενοι, διὰ τοῦ Τιβέριδος ἐς Ῥώμην πνεῦμα τηρήσαντες σφίσιν ἐπίφορον ἐναυτίλλοντο, καὶ τοῦ στρατοῦ μέρος ἐν δεξιᾷ τοῦ ποταμοῦ παρεβεβοηθήκει.
7.9
ἐλείποντο δὲ τῶν Ἰσαύρων συχνοὺς τὰς ναῦς φυλάσσοντας. ἔνθα μὲν οὖν ἐκ τοῦ εὐθέος ὁ ποταμὸς ᾔει, πόνῳ οὐδενὶ ἔπλεον, ἀράμενοι τὰ τῶν λέμβων ἱστία· ᾗ δὲ ὁ ῥοῦς ἑλισσόμενος ὁδὸν πλαγίαν ἐφέρετο, ἐνταῦθα ἐπεὶ τὰ ἱστία τῷ πνεύματι οὐδαμῆ ἐνηργεῖτο, ἐρέσσοντές τε καὶ τὸν ῥοῦν βιαζόμενοι πόνον οἱ ναῦται οὐ μέτριον εἶχον.
7.10
οἱ δὲ βάρβαροι ἐν τοῖς στρατοπέδοις καθήμενοι ἐμπόδιοι γίνεσθαι τοῖς πολεμίοις ἥκιστα ἤθελον, ἢ κατωρρωδηκότες τὸν κίνδυνον, ἢ οὐκ ἄν ποτε ταύτῃ Ῥωμαίους ἐσκομίζεσθαί τι τῶν ἀναγκαίων οἰόμενοι, αἰτίᾳ τε οὐ λόγου ἀξίᾳ διακωλύειν τὴν τῆς ἐκεχειρίας ἐλπίδα, ἣν ὑποσχέσει Βελισάριος ἐκρατύνατο, ἀξύμφορον σφίσιν εἶναι ἡγούμενοι.
7.11
Γότθοι μέντοι ὅσοι ἐν Πόρτῳ ἦσαν, ἐν χρῷ ἀεὶ παραπλέοντας τοὺς πολεμίους θεώμενοι, οὐδαμῆ ἥπτοντο, ἀλλὰ τεθηπότες ἐκάθηντο τὴν αὐτῶν ἔννοιαν.
7.12
ἐπεὶ δὲ τρόπῳ τῷ αὐτῷ πολλάκις ἀναπλεύσαντες ἅπαντα κατ’ ἐξουσίαν ἐσεκομίσαντο τὰ φορτία, οἱ μὲν ναῦται ξὺν ταῖς ναυσὶν ἀνεχώρησαν κατὰ τάχος ʽἤδη γὰρ καὶ τοῦ ἔτους ἀμφὶ τροπὰς χειμερινὰς ἦν̓, τὸ δὲ λοιπὸν στράτευμα ἐς Ῥώμην ἐσῆλθε, πλήν γε δὴ ὅτι Παῦλος ἐν Ὀστίᾳ ξὺν τῶν Ἰσαύρων τισὶν ἔμεινε.