Kitap 6
7.1
Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ ὅ τε τῶν Ἰσαύρων στόλος τῷ Ῥωμαίων λιμένι προσέσχε καὶ οἱ ἀμφὶ τὸν Ἰωάννην ἐς Ὀστίαν ἦλθον, καὶ τῶν μὲν πολεμίων οὐδεὶς οὔτε καταίρουσιν οὔτε στρατοπεδευομένοις ἐμπόδιος σφίσιν ἐγένετο αὐτοῖς.
7.2
ὅπως δὲ ἐν τῷ ἀσφαλεῖ διανυκτερεύειν οἷοί τε ὦσιν ἐξ ἐπιδρομῆς τῆς πρὸς τῶν ἐναντίων, οἵ τε Ἴσαυροι τάφρον βαθεῖαν ἄγχιστα τοῦ λιμένος ὀρύξαντες φυλακὰς ἐκ περιτροπῆς ἀεὶ ἐποιοῦντο καὶ οἱ ξὺν τῷ Ἰωάννῃ ταῖς ἁμάξαις φραξάμενοι τὸ στρατόπεδον ἡσυχίαν εἶχον.
7.3
ἐπειδή τε νὺξ ἐπεγένετο, Βελισάριος ἐς Ὀστίαν ξὺν ἱππεῦσιν ἑκατὸν ἦλθε καὶ τά τε ξυμπεπτωκότα ἐν τῇ ξυμβολῇ τά τε ξυγκείμενα σφίσι τε καὶ Γότθοις εἰπὼν καὶ τὰ ἄλλα παραθαρσύνας, τά τε φορτία πέμπειν ἐκέλευε καὶ ξὺν προθυμίᾳ ἐς Ῥώμην ἰέναι. “Ὅπως γάρ,” ἔφη, “ἄνευ
7.4
κινδύνου ἡ ὁδὸς ἔσται ἐγὼ προνοήσω.” αὐτὸς μὲν οὖν ὄρθρου βαθέος ἐς τὴν πόλιν ἀπήλαυνεν, Ἀντωνίνα δὲ ξὺν τοῖς ἄρχουσιν ἅμα ἡμέρᾳ τῶν φορτίων τὴν παρακομιδὴν ἐν βουλῇ ἐποιεῖτο.
7.5
ἐδόκει δὲ χαλεπὸν καὶ δεινῶς ἄπορον τὸ πρᾶγμα εἶναι. οἵ τε γὰρ βόες οὐκέτι ἀντεῖχον, ἀλλ’ ἡμιθνῆτες ἅπαντες ἔκειντο, ἦν δὲ οὐδὲ ἀκίνδυνον στενήν τινα ὁδὸν ξὺν ταῖς ἁμάξαις πορεύεσθαι, καὶ διὰ τοῦ ποταμοῦ τὰς βάρεις ἀνέλκειν, καθάπερ τὸ παλαιὸν εἴθιστο, ἀδύνατα ἦν.
7.6
ἡ μὲν γὰρ ὁδὸς ἣ τοῦ ποταμοῦ ἐν ἀριστερᾷ ἐστιν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, πρὸς τῶν πολεμίων ἐχομένη Ῥωμαίοις τηνικαῦτα ἀπόρευτος ἦν, ἡ δὲ αὐτοῦ ἐπὶ θάτερα, ὅσα γε παρ’ ὄχθην, ἀστίβητος παντάπασι τυγχάνει οὖσα.