Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

6.5 τί γὰρ ἄν τις ἑκατέρων ἀρνηθείη τῶν στρατοπέδων, ὧν γε οὐδετέροις ἐν ἀγνοίᾳ κεῖσθαι συμπέπτωκεν;
6.6 ὡς δὲ ἀξυνέτων ἐστὶν ἀνδρῶν ἀπέραντά τε ταλαιπωρεῖν βούλεσθαι, φιλονεικίας ἕνεκα τῆς αὐτίκα, καὶ λύσιν τῶν ἐνοχλούντων μηδεμίαν εὑρεῖν, οὐδεὶς ἄν, οἶμαι, τῶν γε οὐκ ὄντων ἀνοήτων ἀντείποι.
6.7 ὅταν δὲ ταῦτα οὕτως ἔχῃ, τοὺς ἑκατέρων ἡγουμένους προσήκει μὴ δόξης τῆς οἰκείας τὴν τῶν ἀρχομένων σωτηρίαν προΐεσθαι, ἀλλὰ τά τε δίκαια καὶ τὰ ξύμφορα οὐ σφίσιν αὐτοῖς μόνον, ἀλλὰ καὶ τοῖς σφῶν ἐναντίοις ἑλέσθαι, οὕτω τε τὴν διάλυσιν τῶν παρόντων ποιεῖσθαι δυσκόλων.
6.8 τὸ μὲν γὰρ τῶν μετρίων ἐφίεσθαι πᾶσι χαλεποῖς δίδωσι πόρον, τῷ δὲ φιλονείκῳ τὸ μηδὲν περαίνεσθαι τῶν δεόντων συμπέφυκεν.
6.9 ἡμεῖς μὲν οὖν καταστροφῆς πέρι τοῦδε βουλευσάμενοι τοῦ πολέμου τὰ ξύμφορα ἑκατέροις προτεινόμενοι, ἐν οἷς τι καὶ τῶν δικαίων ἐλασσοῦσθαι οἰόμεθα, παρ’ ὑμᾶς ἥκομεν.
6.10 ὅπως δὲ καὶ ὑμεῖς μὴ φιλονεικίᾳ τινὶ πρὸς ἡμᾶς χρώμενοι ξυνδιαφθείρεσθαι μᾶλλον ἢ τὰ ξυνοίσοντα ὑμῖν αὐτοῖς ἑλέσθαι βουλεύσησθε.
6.11 προσήκει δὲ μὴ ξυνεχεῖ ῥήσει τοὺς λόγους ἀμφοτέρους ποιεῖσθαι, ἀλλ’ ὑπολαμβάνοντας ἐκ τοῦ παραυτίκα,
6.12 ἤν τι μὴ ἐπιτηδείως εἰρῆσθαι δοκῇ. οὕτω γὰρ ἑκατέροις εἰρηκέναι τε διὰ βραχέος ὅσα σφίσι κατὰ νοῦν ἐστι καὶ τὰ δέοντα πεπραχέναι ξυμβήσεται.” ἀπεκρίνατο Βελισάριος·
6.13 “Οὕτω μέν, ὅπως φατέ, προϊέναι τὸν διάλογον οὐδὲν κωλύσει, ὅπως δὲ εἰρηναῖά τε καὶ δίκαια πρὸς ὑμῶν λέγοιτο.”

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi