Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

5.17 ἥ τε γὰρ τάφρος ἐς μέγα τι βάθους ὠρώρυκτο χρῆμα καὶ χοῦς ὃς ἐνθένδε ἀφῄρητο, ἐς τὴν ἐντὸς ἀεὶ ἐντιθέμενος μοῖραν ἐς ὕψος τε ᾔρετο καὶ ἀντὶ τείχους ἐγίνετο, τοῖς τε σκόλοψι περιεσταύρωτο ὑπερφυῶς, ὀξέσι τε λίαν καὶ συχνοῖς οὖσιν.
5.18 οἷς δὴ θαρσοῦντες οἱ βάρβαροι καρτερῶς τοὺς πολεμίους ἠμύνοντο. εἷς δὲ τῶν Βελισαρίου ὑπασπιστῶν, Ἀκυλῖνος ὄνομα, δραστήριος ἀνὴρ ἐν τοῖς μάλιστα, λώρου λαβόμενος ἵππου, ἐνθένδε ξὺν τῷ ἵππῳ ἐς μέσον τὸ χαράκωμα ἥλατο, καί τινας τῶν ἐναντίων αὐτοῦ ἔκτεινε.
5.19 περιστάντων δὲ αὐτὸν συχνά τε ἀκοντιζόντων τῶν ἐναντίων ὁ μὲν ἵππος πληγεὶς ἔπεσεν, αὐτὸς δὲ παρὰ δόξαν διὰ μέσων τῶν πολεμίων διέφυγε.
5.20 πεζὸς δὲ ξὺν τοῖς ἑταίροις ἐπὶ πύλας Πιγκιανὰς ᾔει. ἔτι τε διώκοντας τοὺς βαρβάρους καταλαβόντες καὶ κατὰ νώτου βάλλοντες ἔκτειναν.
5.21 Ὅπερ δὴ οἱ ἀμφὶ Τραϊανὸν κατιδόντες, ἐπιβεβοηθηκότων σφίσι καὶ τῶν ταύτῃ ἐν παρασκευῇ καθεστώτων ἱππέων, ἐπὶ τοὺς διώκοντας δρόμῳ ἐχώρουν.
5.22 τότε δὴ οἱ Γότθοι καταστρατηγηθέντες τε καὶ τῶν πολεμίων ἐν μέσῳ ἐκ τοῦ ἀπροσδοκήτου ἀπειλημμένοι, οὐδενὶ κόσμῳ ἐκτείνοντο.
5.23 πολύς τε αὐτῶν γέγονε φόνος καὶ ὀλίγοι κομιδῆ ἐς τὰ στρατόπεδα διέφυγον μόλις, οἵ τε λοιποὶ περὶ πᾶσι τοῖς χαρακώμασι δείσαντες αὐτοῦ φραξάμενοι τὸ λοιπὸν ἔμενον, αὐτίκα δὴ μάλα ἐπιέναι σφίσι τοὺς Ῥωμαίους οἰόμενοι.
5.24 ἐν τούτῳ τῷ ἔργῳ τῶν τις βαρβάρων Τραϊανὸν βάλλει ἐς τὸ πρόσωπον, ὀφθαλμοῦ μὲν τοῦ δεξιοῦ ἄνωθεν,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi