Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

4.28 καὶ πρότερον μὲν ἐνιαυτῶν ἑκατὸν ἢ καὶ πλειόνων τὸν μυκηθμὸν τοῦτόν φασι γενέσθαι, ὕστερον δὲ καὶ πολλῷ ἔτι θᾶσσον ξυμβῆναι.
4.29 τοῦτο μέντοι ἀπισχυρισάμενοι λέγουσιν, ὅτι δὴ ἐπειδὰν τῷ Βεβίῳ ταύτην ἐρεύξασθαι τὴν κόνιν ξυμβαίη, εὐθηνεῖν ἀνάγκη τὴν ἐκείνην χώραν καρποῖς ἅπασιν.
4.30 ἀὴρ δὲ λεπτότατός ἐστι καὶ πρὸς ὑγείαν ἱκανῶς πεφυκὼς ἐν τῷ ὄρει τούτῳ πάντων μάλιστα. ἐς τοῦτο ἀμέλει τοὺς φθόῃ ἁλόντας ἐκ τῶν ἄνωθεν χρόνων ἰατροὶ πέμπουσι. τὰ μὲν οὖν ἀμφὶ τῷ Βεβίῳ ταύτῃ πη ἔχει.
5.1 Ἐν τούτῳ δὲ καὶ ἄλλο στράτευμα ἐκ Βυζαντίου κατέπλευσεν, Ἰσαύρων μὲν ἐς τὸν Νεαπόλεως λιμένα τρισχίλιοι, ὧν Παῦλος καὶ Κόνων ἡγοῦντο, ἐς Δρυοῦντα δὲ Θρᾷκες ἱππεῖς ὀκτακόσιοι, ὧν Ἰωάννης ἦρχεν ὁ Βιταλιανοῦ τοῦ πρώην τετυραννηκότος ἀδελφιδοῦς καὶ ξὺν αὐτοῖς ἕτεροι στρατιῶται ἐκ καταλόγου ἱππικοῦ χίλιοι· ὧν ἄλλοι τε καὶ Ἀλέξανδρός τε καὶ Μαρκέντιος ἦρχον.
5.2 ἐτύγχανε δὲ ἤδη καὶ Ζήνων ξὺν τριακοσίοις ἱππεῦσιν ἐς Ῥώμην διά τε Σαμνίου καὶ Λατίνης ὁδοῦ ἀφικόμενος. ἐπεὶ δὲ καὶ Ἰωάννης ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς Καμπανίαν ἦλθεν, ἁμάξας πολλὰς ἐκ Καλαβρῶν ἔχων, ἀνεμίγνυντο αὐτοῖς πεντακόσιοι ἠθροισμένοι ἐκ Καμπανίας,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi