Kitap 6
4.14
καὶ σῖτον μέντοι τισὶ τοῦ Ῥωμαίων δήμου παρείχετο. Μαρτῖνος δὲ καὶ Τραϊανὸς διελθόντες νύκτωρ τὰ τῶν πολεμίων στρατόπεδα, ἐπειδὴ ἐν Ταρακίνῃ ἐγένοντο, Ἀντωνίναν μὲν ἐς Καμπανίαν ξὺν ὀλίγοις τισὶν ἔπεμψαν, αὐτοὶ δὲ τὰ ταύτῃ ὀχυρώματα καταλαβόντες, ἔνθεν τε ὁρμώμενοι καὶ τὰς ἐφόδους ἐκ τοῦ αἰφνιδίου ποιούμενοι, τῶν Γότθων τοὺς ἐς τὰ ἐκείνῃ χωρία περιιόντας ἀνέστελλον.
4.15
Μάγνος δὲ καὶ Σινθούης τοῦ τε φρουρίου ὅσα καταπεπτώκει ἐν βραχεῖ ἀνῳκοδομήσαντο χρόνῳ καὶ ἐπειδὴ ἐν τῷ ἀσφαλεῖ ἐγένοντο, ἤδη μᾶλλον ἐλύπουν τοὺς πολεμίους ἅτε αὐτῶν τὸ ἐπιτείχισμα οὐκ ἄποθεν ὂν συχνά τε καταθέοντες καὶ τῷ ἀπροσδοκήτῳ ἐκπλήσσοντες ἀεὶ τῶν βαρβάρων τοὺς τὰ ἐπιτήδεια παραπέμποντας, ἕως Σινθούης ἐν μάχῃ δή τινι δόρατι πληγεὶς τὴν δεξιὰν χεῖρα τῶν τε νεύρων οἱ ἀποκοπέντων ἀπόμαχος τὸ λοιπὸν γέγονε.
4.16
καὶ Οὖννοι δὲ τὸ στρατόπεδον ἐν γειτόνων, ὥσπερ μοι ἐρρήθη, πεποιημένοι οὐκ ἐλάσσω κακὰ τοὺς Γότθους ἐποίουν, ὥστε καὶ αὐτοὶ τῷ λιμῷ ἐπιέζοντο ἤδη, οὐκέτι σφίσιν ἀδείας οὔσης τὰς τροφὰς ὥσπερ τὸ πρότερον ἐσκομίζεσθαι.
4.17
καὶ λοιμὸς δὲ αὐτοῖς ἐπεισπεσὼν πολλοὺς ἔφθειρε, καὶ μάλιστα ἐν τῷ στρατοπέδῳ ὅπερ αὐτοῖς ἀγχοῦ τῆς Ἀππίας ὁδοῦ ὕστατον,
4.18
ὥσπερ μοι προδεδήλωται, γεγονὸς ἔτυχε. καὶ αὐτῶν ὀλίγοι ἐνθένδε ὅσοι οὐ διεφθάρησαν ἐς τἄλλα χαρακώματα ὑπεχώρησαν. ταὐτὸ δὲ τοῦτο καὶ Οὖννοι παθόντες ἐς Ῥώμην εἰσῆλθον.
4.19
ταῦτα μὲν οὖν ἐγίνετο τῇδε. Προκόπιος δέ, ἐπεὶ ἐν Καμπανίᾳ ἐγένετο, στρατιώτας τε οὐχ ἧσσον ἢ πεντακοσίους ἐνταῦθα ἤγειρε, καὶ νεῶν πολύ τι χρῆμα σίτου ἐμπλησάμενος ἐν παρασκευῇ εἶχε.