Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

4.7 Μάγνον δὲ καὶ Σινθούην τὸν δορυφόρον πεντακοσίους μάλιστα ἐπαγομένους ἐς Τίβουριν τὸ φρούριον ἔπεμψε, σταδίους τεσσαράκοντα καὶ ἑκατὸν Ῥώμης διέχον.
4.8 ἐς μέντοι τὸ Ἀλβανῶν πόλισμα, σταδίους μὲν τοσούτους ἀπέχον, ἐν δὲ τῇ Ἀππίᾳ ὁδῷ κείμενον, πρότερον ἤδη Γόνθαριν ξὺν Ἐρούλοις τισὶ πέμψας ἔτυχεν, οὓς δὴ οἱ Γότθοι βιασάμενοι ἐξήλασαν ἐνθένδε οὐ πολλῷ ὕστερον.
4.9 Ἔστι δέ τις νεὼς Παύλου τοῦ ἀποστόλου, Ῥώμης τοῦ περιβόλου τεσσαρεσκαίδεκα σταδίους ἀπέχων, ὅ τε ποταμὸς αὐτὸν παραρρεῖ Τίβερις. ἐνταῦθα ὀχύρωμα μὲν οὐδαμῆ ἐστι, στοὰ δέ τις ἄχρι ἐς τὸν νεὼν διήκουσα ἐκ τῆς πόλεως, ἄλλαι τε πολλαὶ οἰκοδομίαι ἀμφ’ αὐτὸν οὖσαι οὐκ εὐέφοδον ποιοῦσι τὸν χῶρον.
4.10 ἔστι δέ τις καὶ αἰδὼς πρὸς ταῦτα δὴ τὰ ἱερὰ τοῖς Γότθοις. ἐς οὐδέτερον γοῦν τοῖν ἀποστόλοιν νεὼν παρὰ πάντα τὸν τοῦ πολέμου καιρὸν ἄχαρί τι πρὸς αὐτῶν γέγονεν, ἀλλὰ πάντα τῇδε τοῖς ἱερεῦσιν, ᾗπερ εἰώθει, ἐξοσιοῦσθαι ξυμβέβηκεν.
4.11 ἐν τούτῳ δὲ τῷ χωρίῳ Βαλεριανόν, τοὺς Οὔννους ἅπαντας ἀπαγαγόντα, χαράκωμα παρὰ τοῦ Τιβέριδος τὴν ὄχθην ἐκέλευε ποιεῖσθαι, ὅπως ἂν αὐτοῖς τε ἀδεέστερον οἱ ἵπποι τρέφοιντο καὶ οἱ Γότθοι μᾶλλον ἔτι ἀναστέλλοιντο τοῦ κατ’ ἐξουσίαν ὡς ἀπωτάτω τῶν στρατοπέδων τῶν σφετέρων ἰέναι.
4.12 ὁ δὲ κατὰ ταῦτα ἐποίει. ἐπειδή τε οἱ Οὖννοι ἐνταῦθα ἐστρατοπεδεύσαντο οὗπερ ὁ στρατηγὸς ἐνετέλλετο, ἐς τὴν πόλιν ἀπήλαυνε.
4.13 Ταῦτα μὲν οὖν Βελισάριος διαπεπραγμένος ἡσύχαζε, μάχης μὲν οὐκ ἄρχων, ἐκ δὲ τοῦ τείχους ἀμύνεσθαι προθυμούμενος, ἤν τις ἔξωθεν ἐπ’ αὐτὸ κακουργήσων ἴοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi