Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

3.28 εἶτα σὺν ἡμῖν ἐπαγγέλλεσθε τοῖς πολεμίοις διὰ μάχης ἰέναι, πότε τὰς μελέτας τοῦ πολέμου πεποιημένοι; ἢ ποῖος τὰ τοιαῦτα ἐκμαθὼν τοῖς ὅπλοις οὐκ οἶδεν ὅτι οὐ χωρεῖ ἄχρι τῆς διαπείρας ἡ μάχη; οὐδὲ αὐτός οἱ ἐμμελετᾶν ὁ πολέμιος ἐν τοῖς ἀγῶσι παρέχεται.
3.29 νῦν μὲν τὴν προθυμίαν ὑμῶν ἄγαμαι καὶ συγγνώμων εἰμὶ ταραχῆς τῆσδε·
3.30 ὡς δὲ ὑμῖν ταῦτα οὐκ εἰς καιρὸν γέγονε καὶ ἡμεῖς μελλήσει προμηθεῖ χρώμεθα ἐγὼ δηλώσω. στράτευμα ἡμῖν ἀριθμοῦ κρεῖσσον ἐκ πάσης γῆς ἀθροίσας βασιλεὺς ἔπεμψε καὶ στόλος ὅσος οὐ πώποτε Ῥωμαίοις ξυνέστη τήν τε Καμπανίας ἀκτὴν καὶ κόλπου τοῦ Ἰονίου τὰ πλεῖστα καλύπτει.
3.31 ὀλίγων τε ἡμερῶν ξὺν πᾶσι τοῖς ἐπιτηδείοις παρ’ ἡμᾶς ἥξουσι, τήν τε ἀπορίαν ἡμῖν διαλύσοντες καὶ πλήθει βελῶν τὰ τῶν βαρβάρων στρατόπεδα καταχώσοντες.
3.32 ἐλογισάμην οὖν ἐς τὴν ἐκείνων παρουσίαν τὸν τῆς ξυμβολῆς μᾶλλον ἀποθέσθαι καιρὸν καὶ ξὺν τῷ ἀσφαλεῖ τὸ τοῦ πολέμου πορίζεσθαι κράτος, ἢ σπουδῇ ἀλογίστῳ θρασυνόμενος τὴν τῶν ὅλων σωτηρίαν προΐεσθαι. ὅπως δὲ αὐτίκα τε ἥξουσι καὶ μὴ περαιτέρω μελλήσουσιν, ἐγὼ προνοήσω.”
4.1 Τούτοις μὲν Ῥωμαίων τὸν δῆμον παραθρασύνας Βελισάριος ἀπεπέμψατο, Προκόπιον δέ, ὃς τάδε ξυνέγραψεν, αὐτίκα ἐς Νεάπολιν ἐκέλευεν ἰέναι. φήμη γάρ τις περιήγγελλεν ὡς στράτευμα ἐνταῦθα βασιλεὺς πέμψειε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi