Kitap 6
30.13
ἔπειτα δὲ οὐδὲ ὅσια ποιεῖν δόξαιμι, ἐπιβατεύων τῆς τοῦ θείου ἀρχῆς, καὶ ἀπ’ αὐτοῦ μοι ἀχθομένους ὑμῶν τοὺς πλείστους, ὡς τὸ εἰκός, ἕξω.
30.14
ἐγὼ δέ φημι χρῆναι Γότθων ἄρχοντα ἐς κίνδυνον τόνδε Ἰλδίβαδον καθίστασθαι, ἄνδρα ἐς ἄκρον ἀρετῆς ἥκοντα καὶ διαφερόντως δραστήριον.
30.15
ᾧ δὴ καὶ Θεῦδιν θεῖόν γε ὄντα τὸν τῶν Οὐισιγότθων ἡγούμενον ξυνάρασθαι τοῦ πολέμου διὰ τὸ ξυγγενὲς οὐδὲν ἀπεικός. διὸ δὴ καὶ τὸν ἀγῶνα ξὺν ἐλπίδι ἀμείνονι πρὸς τοὺς ἐναντίους διοίσομεν.”
30.16
Τοσαῦτα καὶ Οὐραΐας εἰπὼν τὰ ξύμφορα Γότθοις ἅπασι λέγειν ἔδοξε. καὶ αὐτοῖς Ἰλδίβαδος ἐκ Βερώνης αὐτίκα μετάπεμπτος ἦλθεν.
30.17
ᾧ δὴ τὴν πορφύραν περιβαλόντες, βασιλέα τε Γότθων ἀνεῖπον καὶ σφίσιν εὖ θέσθαι τὰ παρόντα ἐδέοντο. ὧδε μὲν ἐς τὴν ἀρχὴν Ἰλδίβαδος κατέστη.
30.18
ὀλίγῳ δὲ ὕστερον Γότθους ἅπαντας ξυγκαλέσας ἔλεξε τοιάδε· “Ἅπαντας ὑμᾶς, ἄνδρες ξυστρατιῶται, πολλῶν ξυνεπίσταμαι εἶναι πολέμων ἐμπείρους, ὥστε οὔποτε εἰκότως εἰς τὸ πολεμεῖν ἐκ τοῦ εὐθέος χωρήσομεν. ἐμπειρία γὰρ λογισμὸν φέρουσα θρασύνεσθαι ῆκιστα εἴωθεν.
30.19
ἄξιον δὲ ἀναμνησθέντας πάντων ὑμᾶς τῶν πρότερον ξυμπεπτωκότων, οὕτω τανῦν ὑπὲρ τῶν παρόντων βουλεύεσθαι.
30.20
λήθη γὰρ πολλοῖς τισιν ἐπιγενομένη τῶν ἤδη φθασάντων ἐπῆρε μὲν αὐτῶν οὐκ ἐν δέοντι ὑπὸ ἀμαθίας τὰς γνώμας,
30.21
ἐν δὲ τοῖς μεγίστοις ἱκανῶς ἔσφηλεν. Οὐίττιγις τοίνυν οὐκ ἀκόντων γε οὐδὲ ἀντιτεινόντων ὑμῶν ἐς τῶν πολεμίων αὑτὸν καθῆκε τὰς χεῖρας, ἀλλ’ ἀπειπόντες τότε πρὸς τὰ τῆς τύχης ἐναντιώματα ξυμφορώτατον ἡμῖν αὐτοῖς ἡγήσασθε εἶναι Βελισαρίῳ οἴκοι καθήμενοι ἐπακούειν μᾶλλον ἢ τοῖς σώμασι διακινδυνεύειν ἀπέραντα.