Kitap 6
29.35
Βελισάριος δὲ Οὐίττιγιν μὲν οὐ ξὺν ἀτιμίᾳ ἐν φυλακῇ εἶχε, τῶν δὲ βαρβάρων ὅσοι ἐντὸς Πάδου ποταμοῦ ᾤκηντο, ἐς ἀγροὺς τοὺς σφετέρους ἰόντας,
29.36
ἐκέλευεν αὐτῶν κατ’ ἐξουσίαν ἐπιμελεῖσθαι. πολέμιον γάρ οἱ οὐδὲν ἐνταῦθα ὑπώπτευεν ἔσεσθαι, οὐδὲ Γότθους ποτὲ ταύτῃ ξυστήσεσθαι, ἐπεὶ πολλοὺς πρότερον τοῦ Ῥωμαίων στρατοῦ ἐς τὰ ἐκείνῃ χωρία καταστησάμενος ἔτυχεν. οἱ δὲ κατὰ τάχος ἄσμενοι ᾔεσαν.
29.37
οὕτω τε Ῥωμαῖοι ἐν τῷ ἀσφαλεῖ ἤδη ἐγίνοντο· οὐ γὰρ ἔτι Γότθων ἔν γε Ῥαβέννῃ πλήθει ἡσσῶντο. μετὰ δὲ τὰ ἐν Παλατίῳ χρήματα ἔλαβεν, ἅπερ διακομίζειν βασιλεῖ ἔμελλε.
29.38
Γότθων γὰρ οὐδένα οὔτε αὐτὸς ἐληΐσατο οὔτε ἄλλῳ τῳ ληΐσασθαι ξυνεχώρησεν, ἀλλ’ αὐτῶν ἕκαστος τὴν οὐσίαν κατὰ τὰ ξυγκείμενα διεσώσατο.
29.39
ἐπεὶ δὲ τῶν βαρβάρων ὅσοι ἐς τῶν χωρίων τὰ ἐχυρώτατα φυλακὴν εἶχον Ῥάβεννάν τε καὶ Οὐίττιγιν πρὸς Ῥωμαίων ἔχεσθαι ἤκουσαν, πρέσβεις παρὰ Βελισάριον ἔπεμπον, σφᾶς τε αὐτοὺς ὁμολογίᾳ παραδιδόναι καὶ ἅπερ ἐφύλασσον ἀξιοῦντες.
29.40
καὶ ὅς, ἅπασι τὰ πιστὰ προθυμότατα παρασχόμενος, Ταρβήσιόν τε καὶ εἴ τι ἄλλο ἐν Βενετίοις ὀχύρωμα ἦν παρεστήσατο. Καισῆνα γὰρ ἐν Αἰμιλίᾳ μόνη ἐλέλειπτο, ἣν δὴ πρότερον ξὺν Ῥαβέννῃ παραστησάμενος ἔτυχε.