Kitap 6
29.22
οὐδένα γάρ οἱ ἐμποδὼν στήσεσθαι. καὶ τότε δὴ Βελισάριος αὖθις τούς τε βασιλέως πρέσβεις καὶ πάντας ξυγκαλέσας τοὺς ἄρχοντας ἠρώτα, εἰ αὐτοῖς λόγου πολλοῦ ἄξιον εἶναι δοκεῖ Γότθους τε ἅπαντας ξὺν Οὐιττίγιδι δορυαλώτους ποιήσασθαι, καὶ χρήματα μὲν πάντα ληΐσασθαι,
29.23
Ἰταλίαν δὲ Ῥωμαίοις ξύμπασαν ἀνασώσασθαι. οἱ δὲ ὑψηλόν τε καὶ ὑπέρογκον τοῦτο Ῥωμαίοις εὐτύχημα ἔφασκον ἔσεσθαι, καὶ πράσσειν αὐτὸν ὅπη ἂν δύνηταί τι ὡς τάχιστα ἠξίουν.
29.24
αὐτίκα γοῦν παρά τε Οὐίττιγιν καὶ Γότθων τοὺς δοκίμους Βελισάριος τῶν ἐπιτηδείων τινὰς ἔπεμψε, κελεύων ἐπιτελῆ ποιήσειν ὅσα ὑπέσχοντο.
29.25
οὐδὲ γὰρ αὐτοὺς ἐς ἄλλον τινὰ χρόνον τὴν πρᾶξιν ἀποτίθεσθαι ὁ λιμὸς ξυνεχώρει, ἀλλ’ ἔτι μᾶλλον ἐγκείμενος ἐς ταύτην ἐνῆγε.
29.26
διὸ καὶ πρέσβεις ἐς τὸ Ῥωμαίων στρατόπεδον στέλλουσιν αὖθις, ἄλλο μὲν ὅτι δὴ ἐς τὸ πλῆθος ἐροῦντας, ἐν παραβύστῳ δὲ πρὸς Βελισαρίου τὰ πιστὰ ληψομένους, ὡς ἄχαρί τε αὐτῶν ἐργάσεται οὐδένα καὶ βασιλεὺς τὸ λοιπὸν Ἰταλιωτῶν αὐτὸς καὶ Γότθων εἴη, οὕτω τε ξὺν αὐτῷ καὶ τῷ Ῥωμαίων στρατῷ ἐς Ῥάβενναν ἥξοντας.
29.27
Βελισάριος δὲ τὰ μὲν ἄλλα ὤμοσεν ἅπαντα, καθάπερ οἱ πρέσβεις ἠξίουν, ὑπὲρ δὲ τῆς βασιλείας αὐτῷ Οὐιττίγιδι καὶ Γότθων τοῖς ἄρχουσιν ὀμεῖσθαι ἔφη.
29.28
καὶ αὐτὸν οἱ πρέσβεις οὐκ ἄν ποτε ἀποσείεσθαι τὴν βασιλείαν οἰόμενοι, ἀλλ’ ἐφίεσθαι αὐτῆς πάντων μάλιστα, αὐτίκα δὴ μάλα ἐς Ῥάβενναν ξὺν αὐτοῖς ἐκέλευον ἰέναι.