Kitap 6
29.7
Ἀκούσας δὲ βελισάριος λοιδορεῖσθαί οἱ τῶν ἀρχόντων τινάς, ὡς δὴ ἐπιβουλεύων τοῖς βασιλέως πράγμασι τὸν πόλεμον καταλύειν οὐδαμῶς Βούλοιτο, ξυγκαλέσας ἅπαντας, Δομνίκου τε καὶ Μαξιμίνου παρόντων, ἔλεξε τοιάδε·
29.8
“Τὴν μὲν τοῦ πολέμου τύχην ἐν τῷ ἀσφαλεῖ ὡς ἥκιστα ἑστάναι αὐτός τε οἶδα καὶ ὑμῶν ἕκαστον ταὐτά μοι γινώσκειν ὑπὲρ αὐτῆς οἶμαι.
29.9
πολλούς τε γὰρ ἐπίδοξος, ὅτι δὴ ἐς αὐτοὺς ἀφίξεται, οὖσα ἡ τῆς νίκης ἐλπὶς ἔσφηλε, καὶ τοῖς ἠτυχηκέναι δοκοῦσι τῶν ἐχθρῶν ἤδη παρὰ δόξαν περιεῖναι ξυνέβη.
29.10
διὸ δή φημι χρῆναι τοὺς ὑπὲρ τῆς εἰρήνης βουλευομένους οὐ τὴν ἀγαθὴν ἐλπίδα προβάλλεσθαι μόνον, ἐφ’ ἑκάτερα δὲ τὴν ἀπόβασιν ἔσεσθαι σφίσιν ἐν νῷ ἔχοντας, οὕτω τὴν αἵρεσιν ποιεῖσθαι τῆς γνώμης.
29.11
τούτων δὲ τοιούτων ὄντων, ὑμᾶς τε τοὺς ξυνάρχοντας καὶ τούσδε τοὺς βασιλέως πρέσβεις ξυνεισάγειν ἔδοξεν ἔμοιγε, ὅπως ἐν τῷ παρόντι κατ’ ἐξουσίαν ἑλόμενοι ὅ τι ἂν βασιλεῖ ξυνοίσειν δοκῇ, μήποτέ τινα ὀπίσω τῶν πραγμάτων κατ’ ἐμοῦ ποιήσησθε μέμψιν.
29.12
τῶν γὰρ ἀτοπωτάτων ἂν εἴη σιωπᾶν μὲν ἕως ἔξεστιν ἐξελέσθαι τὰ κρείσσω, σκοπουμένοις δὲ τὴν ἀπὸ τῆς τύχης ἀπόβασιν τὰς αἰτίας ποιεῖσθαι.
29.13
ὅσα μὲν οὖν ἐς τὴν τοῦ πολέμου διάλυσιν βασιλεῖ τε δέδοκται καὶ Οὐιττίγιδι βουλομένῳ ἐστίν, ἐπίστασθε δή που.
29.14
εἰ δὲ καὶ ὑμῖν ξύμφορα ταῦτα εἶναι δοκεῖ, λεγέτω παρελθὼν ἕκαστος. εἰ μέντοι πᾶσάν τε Ἰταλίαν οἴεσθε Ῥωμαίοις ἀνασώσασθαι οἷοί τε εἶναι καὶ τῶν πολεμίων τὴν ἐπικράτησιν ποιήσασθαι, οὐδὲν κωλύσει μηδὲν ὑποστειλαμένους εἰπεῖν.” ταῦτα ἐπεὶ Βελισάριος εἶπεν,