Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

28.23 Τοσαῦτα μὲν καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν. Οὐίττιγις δὲ ξὺν Γότθων τοῖς ἀρίστοις πολλὰ κοινολογησάμενος τάς τε πρὸς βασιλέα ξυνθήκας εἵλετο καὶ ἀπράκτους ἀπεπέμψατο τοὺς Γερμανῶν πρέσβεις. καὶ τὸ λοιπὸν Γότθοι μὲν καὶ Ῥωμαῖοι πρὸς ἀλλήλους ἐπεκηρυκεύοντο ἤδη, Βελισάριος δὲ οὐδέν τι ἧσσον ἐφύλασσε τοῦ μὴ τοὺς βαρβάρους τὰ ἐπιτήδεια ἐσκομίζεσθαι.
28.24 καὶ Βιτάλιον μὲν ἐς Βενετίους ἰόντα ὡς πλεῖστα ἐπάγεσθαι τῶν ἐκείνῃ χωρίων ἐκέλευεν, αὐτὸς δὲ Ἰλδίγερα πέμψας τὸν Πάδον ἐφύλασσεν ἑκατέρωθεν, ὅπως τε οἱ βάρβαροι μᾶλλον ἀπορίᾳ τῶν ἀναγκαίων ἐνδώσουσι καὶ τὰς ξυνθήκας ποιήσονται ᾗ αὐτὸς βούλεται.
28.25 καὶ ἐπεὶ σῖτον πολὺν ἐν δημοσίοις οἰκήμασιν ἔτι ἐντὸς Ῥαβέννης ἀποκεῖσθαι ἔγνω, τῶν τινα ταύτῃ ᾠκημένων ἀνέπεισε χρήμασι ταῦτα δὴ τὰ οἰκήματα ξὺν τῷ σίτῳ λάθρα ἐμπρῆσαι.
28.26 φασὶ δὲ καὶ γνώμῃ Ματασούνθης, τῆς Οὐιττίγιδος γυναικός, ταῦτα ἀπολωλέναι. ἐπειδή τε ὁ σῖτος ἐκ τοῦ αἰφνιδίου ἐκέκαυτο, οἱ μέν τινες ἐξ ἐπιβουλῆς γεγενῆσθαι τὸ ἔργον ὑπετόπαζον, οἱ δὲ κεραυνῷ τὸν χῶρον βεβλῆσθαι ὑπώπτευον.
28.27 ἑκάτερα δὲ λογιζόμενοι Γότθοι τε καὶ Οὐίττιγις ἐς ἀμηχανίαν ἔτι μᾶλλον ἐνέπιπτον, οὐδὲ σφίσιν αὐτοῖς πιστεύειν τὸ λοιπὸν ἔχοντες καὶ πρὸς τοῦ θεοῦ πολεμεῖσθαι οἰόμενοι. ταῦτα μὲν οὖν ταύτῃ ἐπράσσετο.
28.28 Ἐν δὲ Ἄλπεσιν αἳ Γάλλους τε καὶ Λιγούρους διορίζουσιν, ἅσπερ Ἄλπεις Κουτίας καλοῦσι Ῥωμαῖοι, φρούρια συχνὰ ξυμβαίνει εἶναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi