Kitap 6
3.12
ἐπεὶ δὲ σῖτον τὰ λήϊα οὐκέτι εἶχε καὶ ἐς μέγα κακὸν ἅπαντες Ῥωμαῖοι ἀφίκοντο, Βελισάριόν τε περιίσταντο καὶ μάχῃ μιᾷ διακρίνεσθαι πρὸς τοὺς πολεμίους ἠνάγκαζον, Ῥωμαίων οὐδένα τῆς ξυμβολῆς ἀπολείψεσθαι ὑποσχόμενοι. καὶ αὐτῷ ἀπορουμένῳ τε τοῖς παροῦσι καὶ λίαν ἀχθομένῳ τῶν ἀπὸ τοῦ δήμου ἔλεξάν τινες τοιάδε·
3.13
“Οὐ προσδεχομένους ἡμᾶς ἡ παροῦσα, ὦ στρατηγέ, κατέλαβε τύχη, ἀλλ’ εἰς πᾶν ἡμῖν τοὐναντίον τὰ τῆς ἐλπίδος ἐκβέβηκε.
3.14
τετυχηκότες γὰρ ὧν πρότερον ἐν ἐπιθυμίᾳ κατέστημεν, τανῦν ἐς τὴν παροῦσαν ξυμφορὰν ἥκομεν, καὶ περιέστηκεν ἡμῶν ἡ προλαβοῦσα δόξα τὸ καλῶς τῆς βασιλέως προμηθείας ἐφίεσθαι, νῦν ἄνοιά τε οὖσα καὶ κακῶν τῶν μεγίστων ὑπόθεσις.
3.15
ἀφ’ οὗ δὴ ἐς τόδε ἀνάγκης ἀφίγμεθα ὥστε ἐν τῷ παρόντι ἔτι βιάζεσθαι καὶ πρὸς τοὺς βαρβάρους ὁπλίζεσθαι τετολμήκαμεν.
3.16
καὶ συγγνώμη μὲν εἰ πρὸς Βελισάριον θρασυνόμεθα, γαστὴρ γὰρ οὐκ οἶδεν ἀποροῦσα τῶν ἀναγκαίων αἰσχύνεσθαι,
3.17
ἀπολελογήσθω δὲ ἡμῖν τῆς προπετείας ἡ τύχη. πάντων γὰρ εἰκότως ἀνιαρότατος εἶναι δοκεῖ μηκυνόμενος τοῖς οὐκ εὖ φερομένοις ὁ βίος. τὰ μὲν οὖν ξυμπεσόντα ἡμῖν ὁρᾷς δήπουθεν.
3.18
ἀγροὶ μὲν οὗτοι καὶ χώρα ξύμπασα ὑποπέπτωκε ταῖς τῶν πολεμίων χερσίν· ἡ πόλις δὲ αὕτη τῶν ἀγαθῶν ἀποκέκλεισται πάντων οὐκ ἴσμεν ἐξ ὅτου δὴ χρόνου.
3.19
Ῥωμαίων δὲ οἱ μὲν ἤδη κεῖνται, τὸ μηδὲ γῇ κρύπτεσθαι κληρωσάμενοι, ἡμεῖς δὲ οἱ περιόντες, ὡς ἂν συλλήβδην εἴπωμεν ἅπαντα τὰ δεινά, ξυντετάχθαι τοῖς οὕτω κειμένοις εὐχόμεθα.