Kitap 6
26.19
τοῦτό τε ἀεὶ παρὰ ποταμὸν Ἴστρον, ἔνθα ἵδρυνται, ἔς τε Ῥωμαίους καὶ τοὺς ἄλλους βαρβάρους ἐνδείκνυνται. ἥσθη τῷ λόγῳ Βελισάριος καὶ τοῦ ἔργου ἐπιμελεῖσθαι κατὰ τάχος ἐκέλευε.
26.20
Βαλεριανὸς οὖν ἀπολέξας τῶν Σκλαβηνῶν ἕνα σώματός τε μεγέθους πέρι εὖ ἥκοντα καὶ διαφερόντως δραστήριον, ἄνδρα πολέμιον ἄγειν ἐπέστελλε, χρήματά οἱ μεγάλα πρὸς Βελισαρίου ἰσχυρισάμενος ἔσεσθαι.
26.21
δράσειν δὲ τοῦτο αὐτὸν ἐν τῷ χωρίῳ εὐπετῶς ἔφασκεν οὗπερ ἡ πόα τυγχάνει οὖσα· χρόνου γὰρ πολλοῦ ταύτῃ τοὺς Γότθους ἀπορίᾳ τῶν ἀναγκαίων σιτίζεσθαι.
26.22
ὁ μὲν οὖν Σκλαβηνὸς ὄρθρου βαθέος ἄγχιστα τοῦ περιβόλου γενόμενος, ἐν θάμνῳ τινὶ ἐγκαλυψάμενός τε καὶ τὸ σῶμα ἐς ὀλίγον ξυναγαγὼν ἀμφὶ τὴν πόαν ἐκρύπτετο.
26.23
ἅμα δὲ ἡμέρᾳ Γότθος ἀνὴρ ἐνταῦθα ἥκων τὰς βοτάνας κατὰ τάχος ξυνέλεγεν, ἐκ μὲν τοῦ θάμνου ὑποτοπάζων οὐδὲν ἄχαρι, συχνὰ δὲ περισκοπῶν ἐς τὸ τῶν ἐναντίων στρατόπεδον, μή τις ἐνθένδε ἐς αὐτὸν ἴοι.
26.24
καί οἱ ἐπιπεσὼν ὄπισθεν ὁ Σκλαβηνὸς ἐκ τοῦ αἰφνιδίου ἀνάρπαστον ἐποιήσατο, σφίγγων τε μέσον καρτερῶς χερσὶν ἀμφοτέραις τὸν ἄνθρωπον, ἔς τε τὸ στρατόπεδον ἤνεγκε καὶ φέρων Βαλεριανῷ ἐνεχείρισεν.
26.25
ᾧ δὴ πυνθανομένῳ, ὅτῳ ποτὲ Γότθοι πιστεύοντες καὶ τί τὸ ἐχυρὸν ἔχοντες ἥκιστα ἐθέλουσι προσχωρεῖν σφίσιν, ἀλλ’ ἑκούσιοι τὰ δεινότατα ἐγκαρτεροῦσι, τὸν πάντα λόγον ἀμφὶ τῷ Βουρκεντίῳ ὁ βάρβαρος ἔφρασε καὶ αὐτόν οἱ ἐς ὄψιν ἥκοντα ἤλεγχεν.