Kitap 6
26.1
Οὕτω μὲν Θευδίβερτος στρατεύσας ἐς Ἰταλίαν τὴν ἄφοδον ἐποιήσατο. οἵ τε ἀμφὶ Μαρτῖνον καὶ Ἰωάννην ἀνέστρεψαν οὐδέν τι ἧσσον, ὅπως μή τινα οἱ πολέμιοι ἔφοδον ἐπὶ σφῶν τοὺς πολιορκοῦντας ποιήσονται.
26.2
Γότθοι δὲ οἱ ἐν Αὐξίμῳ, Φράγγων μὲν ἀφίξεως πέρι οὐδὲν πεπυσμένοι, ἀπειρηκότες δὲ πρὸς τὴν ἐκ Ῥαβέννης ἐλπίδα οὕτω μέλλουσαν, αὖθις μὲν Οὐίττιγιν διενοοῦντο μαρτύρεσθαι, λαθεῖν δὲ τῶν πολεμίων τὴν φυλακὴν οὐχ οἷοί τε ὄντες ἐπένθουν.
26.3
μετὰ δὲ τῶν τινα Ῥωμαίων, Βέσον γένος Βουρκέντιον ὄνομα, ὑπὸ Ναρσῇ τεταγμένον τῷ Ἀρμενίῳ, μόνον ἰδόντες ἐς μέσην ἡμέραν φυλακὴν ἔχοντα, ὡς μή τις ἐκ τῆς πόλεως ἐπὶ τὴν πόαν ληψόμενος ἴοι, ἔς τε λόγους αὐτῷ ξυνῆλθον ἐγγυτέρω ἥκοντες καὶ τὰ πιστὰ δόντες ὡς οὐδὲν ἐς αὐτὸν κακουργήσωσι ξυγγενέσθαι σφίσιν ἐκέλευον, ἔσεσθαί οἱ μεγάλα ἐπαγγειλαμένοις παρὰ σφῶν χρήματα.
26.4
καὶ ἐπειδὴ ἐν τῷ αὐτῷ ἐγένοντο, ἐδέοντο τοῦ ἀνθρώπου οἱ βάρβαροι ἐπιστολήν τινα ἐς Ῥάβενναν διακομίσαι, τάξαντες μέν οἱ ἐν τῷ παραυτίκα χρυσίον ῥητόν, πλέον δὲ ὑποσχόμενοι δώσειν, ἐπειδὰν σφίσιν Οὐιττίγιδος γράμματα ἐπανήκοι φέρων.
26.5
τοῖς δὲ χρήμασιν ὁ στρατιώτης ἀναπεισθεὶς ὑπουργήσειν τε ὡμολόγησε ταῦτα καὶ ἐπιτελῆ ἐποίησε τὴν ὑπόσχεσιν. γράμματα γοῦν κατασεσημασμένα λαβὼν ἐς Ῥάβενναν κατὰ τάχος ἀφίκετο. καὶ Οὐιττίγιδι ἐς ὄφιν ἐλθὼν τὴν ἐπιστολὴν ἐνεχείρισεν.
26.6
ἐδήλου δὲ τάδε· “Ὅπη μὲν ἡμῖν τὰ παρόντα ἔχει σαφῶς εἴσεσθε, πυνθανόμενοι ὅστις ποτὲ ὁ τῆς ἐπιστολῆς παραπομπὸς εἴη.