Kitap 6
25.19
Βελισάριος δὲ Φράγγων τε στρατὸν παρεῖναι ἀκούσας καὶ τοὺς ἀμφὶ Μαρτῖνόν τε καὶ Ἰωάννην μάχῃ ἡσσηθέντας φυγεῖν ἐς ἀμηχανίαν κατέστη, περί τε τῇ πάσῃ στρατιᾷ δείσας καὶ διαφερόντως περὶ τοῖς ἐν Φισούλῃ πολιορκοῦσιν, ἐπεὶ αὐτῶν μάλιστα ἐγγυτέρω τούτους δὴ τοὺς βαρβάρους ἐπύθετο εἶναι. αὐτίκα δὴ πρὸς Θευδίβερτον ἔγραψε τάδε·
25.20
“Ἄνδρα μὲν ἀρετῆς μεταποιούμενον μὴ οὐχὶ ἀψευδεῖν, ἄλλως τε καὶ ἄρχοντα ἐθνῶν τοσούτων τὸ πλῆθος, οἶμαι, ὦ γενναῖε Θευδίβερτε,
25.21
οὐκ εὐπρεπὲς εἶναι. τὸ δὲ καὶ ὅρκους ἀδικοῦντας ἐν γράμμασι κειμένους περιορᾶν τὰ ξυγκείμενα οὐδ’ ἂν τοῖς τῶν ἀνθρώπων ἀτιμοτάτοις ἐπιτηδείως ἔχοι. ἅπερ αὐτὸς ἔν γε τῷ παρόντι ἐξαμαρτάνων οἶσθα, καίτοι ὁμολογήσας ἔναγχος πόλεμον ἡμῖν ἐπὶ Γότθους τόνδε ξυλλήψεσθαι.
25.22
νῦν δὲ οὐχ ὅσον ἀμφοτέροις ἐκποδὼν ἕστηκας, ἀλλὰ καὶ ὅπλα οὕτως ἀνεπισκέπτως ἀράμενος ἐφ’ ἡμᾶς ἥκεις. μὴ σύ γε, ὦ βέλτιστε, καὶ ταῦτα ἐς βασιλέα μέγαν ὑβρίζων, ὃν δή που τὴν ὕβριν μὴ λίαν ἐν τοῖς μεγίστοις ἀμείψεσθαι οὐκ εἰκὸς εἴη.
25.23
κρεῖσσον δὲ τὰ οἰκεῖα ἀσφαλῶς αὐτόν τινα ἔχειν ἢ τῶν οὐ προσηκόντων μεταποιούμενον ἐς κίνδυνόν τινα ὑπὲρ τῶν ἀναγκαιοτάτων καθίστασθαι.”
25.24
ταύτην ἐπεὶ Θευδίβερτος τὴν ἐπιστολὴν ἀνελέξατο, τοῖς τε παροῦσιν ἀπορούμενος ἤδη καὶ πρὸς Γερμανῶν κακιζόμενος, ὅτι δὴ ἐξ οὐδεμιᾶς προφάσεως θνήσκοιεν ἐν χώρᾳ ἐφήμῳ, ἄρας τοῖς περιοῦσι τῶν Φράγγων ἐπ’ οἴκου ξὺν τάχει πολλῷ ἀπεχώρησεν.