Kitap 6
25.12
ἐπεὶ δὲ ὅμιλος Γερμανῶν πολὺς ἐπιρρεύσας ἔργου τε εἴχοντο καὶ τοὺς πελέκυς ἐσακοντίζοντες συχνοὺς ἤδη ἐσίνοντο, στρέψαντες τὰ νῶτα ἐς φυγὴν ὥρμηντο, καὶ διὰ τοῦ Ῥωμαίων στρατοπέδου ἰόντες τὴν ἐπὶ Ῥάβενναν ἔθεον.
25.13
φεύγοντάς τε αὐτοὺς ἰδόντες Ῥωμαῖοι Βελισάριον ἐπιβεβοηθηκότα σφίσιν ᾤοντο ἑλεῖν τὸ τῶν πολεμίων στρατόπεδον, ἐνθένδε τε αὐτοὺς ἐξελάσαι μάχῃ νικήσαντα. ᾧ δὴ ξυμμῖξαι βουλόμενοι ἄραντες τὰ ὅπλα κατὰ τάχος ᾔεσαν.
25.14
ἐντυχόντες δὲ παρὰ δόξαν πολεμίων στρατῷ οὔτι ἐθελούσιοι ἐς χεῖρας ἦλθον, παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἐς μὲν τὸ στρατόπεδον ἀναστρέφειν οὐκέτι εἶχον, ἐπὶ Τουσκίαν δὲ ἅπαντες ἔφευγον.
25.15
ἔν τε τῷ ἀσφαλεῖ ἤδη γενόμενοι ἅπαντα ἐς Βελισάριον τὰ ξυμπεσόντα σφίσιν ἀνήνεγκαν.
25.16
Φράγγοι δὲ ἀμφοτέρους, ὥσπερ ἐρρήθη, νενικηκότες, τά τε στρατόπεδα ἑκάτερα ἑλόντες παντάπασιν ἀνδρῶν ἔρημα, ἐν μὲν τῷ παραυτίκα τὰ ἐπιτήδεια ἐνταῦθα εὗρον, δι’ ὀλίγου δὲ ἅπαντα διὰ πολυανθρωπίαν δαπανήσαντες, ἄλλο τι οὐδὲν ἐν χώρᾳ ἐρήμῳ ἀνθρώπων ὅτι μὴ βόας τε καὶ τοῦ Πάδου τὸ ὕδωρ προσφέρεσθαι εἶχον.
25.17
ταῦτα τὰ κρέα τῇ τοῦ ὕδατος περιουσίᾳ καταπέψαι οὐχ οἷοί τε ὄντες γαστρός τε ῥύσει καὶ δυσεντερίας νόσῳ οἱ πλεῖστοι ἡλίσκοντο, ὧν δὴ ἀπαλλάσσεσθαι ἀπορίᾳ τῶν ἐπιτηδείων ὡς ἥκιστα ἴσχυον.
25.18
φασὶ γοῦν τὸ τριτημόριον τοῦ Φράγγων στρατοῦ τῷ τρόπῳ τούτῳ ἀπολωλέναι. διὸ δὴ περαιτέρω ἰέναι οὐδαμῆ ἔχοντες αὐτοῦ ἔμενον.