Kitap 6
1.1
Μετὰ δὲ Ῥωμαῖοι παντὶ τῷ στρατῷ διακινδυνεύειν οὐκέτι ἐτόλμων· ἱππομαχίας δὲ ποιούμενοι ἐξ ἐπιδρομῆς τρόπῳ τῷ προτέρῳ τὰ πολλὰ τοὺς βαρβάρους ἐνίκων.
1.2
ᾔεσαν δὲ καὶ πεζοὶ ἑκατέρωθεν, οὐκ ἐς φάλαγγα ξυντεταγμένοι,
1.3
ἀλλὰ τοῖς ἱππεῦσιν ἑπόμενοι. καί ποτε Βέσσας ἐν πρώτῃ ὁρμῇ ἐς τοὺς πολεμίους ξὺν τῷ δόρατι ἐσπηδήσας τρεῖς τε τῶν ἀρίστων ἱππέων ἔκτεινε καὶ τοὺς ἄλλους ἐς φυγὴν ἔτρεψεν.
1.4
αὖθις δὲ Κωνσταντῖνος τοὺς Οὔννους ἐπαγόμενος ἐν Νέρωνος πεδίῳ ἀμφὶ δείλην ὀψίαν, ἐπειδὴ τῷ πλήθει ὑπερβιαζομένους τοὺς ἐναντίους εἶδεν,
1.5
ἐποίει τοιάδε. στάδιον μέγα ἐνταῦθα ἐκ παλαιοῦ ἐστιν, οὗ δὴ οἱ τῆς πόλεως μονομάχοι τὰ πρότερα ἠγωνίζοντο, πολλά τε ἄλλα οἱ πάλαι ἄνθρωποι ἀμφὶ τὸ στάδιον τοῦτο ἐδείμαντο, καὶ ἀπ’ αὐτοῦ στενωπούς, ὡς τὸ εἰκός, πανταχόθι τοῦ χωρίου ξυμβαίνει εἶναι.
1.6
τότε οὖν Κωνσταντῖνος, ἐπεὶ οὔτε περιέσεσθαι τοῦ τῶν Γότθων ὁμίλου εἶχεν οὔτε κινδύνου μεγάλου ἐκτὸς φεύγειν οἷός τε ἦν, ἀπὸ τῶν ἵππων ἅπαντας τοὺς Οὔννους ἀποβιβάσας πεζὸς ξὺν αὐτοῖς ἔς τινα τῶν ἐκείνῃ στενωπῶν ἔστη.
1.7
ὅθεν δὴ βάλλοντες ἐκ τοῦ ἀσφαλοῦς τοὺς πολεμίους συχνοὺς ἔκτεινον. καὶ χρόνον μέν τινα οἱ Γότθοι βαλλόμενοι ἀντεῖχον.
1.8
ἤλπιζον γάρ, ἐπειδὰν τάχιστα τῶν Οὔννων τὰς φαρέτρας ἐπιλείπῃ τὰ βέλη, κύκλωσίν τε αὐτῶν οὐδενὶ πόνῳ ποιήσασθαι καὶ δήσαντες ἐς στρατόπεδον αὐτοὺς τὸ σφέτερον ἄξειν.