Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

22.4 ἐπεὶ δὲ Γότθοι τῆς τάφρου ἐγγυτέρω ἵκοντο, πρῶτος ὁ στρατηγὸς τὸ τόξον ἐντείνας, τῶν τινα τεθωρακισμένων τε καὶ τῆς στρατιᾶς ἡγουμένων εἰς τὸν αὐχένα ἐπιτυχὼν βάλλει.
22.5 καὶ ὁ μὲν καιρίαν πληγεὶς ἔπεσεν ὕπτιος, Ῥωμαίων δὲ ὁ λεὼς ἅπας ἀνέκραγον ἐξαίσιόν τε καὶ ἀκοῆς κρεῖσσον, ἄριστον οἰωνὸν ξυνενεχθῆναι σφίσιν οἰόμενοι.
22.6 δὶς δὲ Βελισαρίου τὸ βέλος ἀφέντος, ταὐτὸ τοῦτο καὶ αὖθις ξυνέβη, καὶ ἥ τε κραυγὴ μείζων ἀπὸ τοῦ περιβόλου ἤρθη καὶ τοὺς πολεμίους ἡσσῆσθαι ἤδη Ῥωμαῖοι ᾤοντο.
22.7 καὶ τότε μὲν Βελισάριος τῇ μὲν στρατιᾷ πάσῃ κινεῖν τὰ τοξεύματα πάντα ἐσήμαινε, τοὺς δὲ ἀμφ’ αὑτὸν ἅπαντας ἐς μόνους τοὺς βόας ἐκέλευε βάλλειν.
22.8 πάντων τε τῶν βοῶν αὐτίκα πεσόντων, οὔτε τοὺς πύργους περαιτέρω κινεῖν οἱ πολέμιοι εἶχον οὔτε τι ἐπιτεχνήσασθαι ἀπορούμενοι ἐν αὐτῷ τῷ ἔργῳ οἷοί τε ἦσαν.
22.9 οὕτω δὲ Βελισαρίου τε ἡ πρόνοια ἐγνώσθη τοῦ μὴ ἑκαστάτω ὄντας τοὺς πολεμίους ἀναστέλλειν πειρᾶσθαι, καὶ ὅτι γελῴη τὴν τῶν βαρβάρων εὐήθειαν, οἳ δὴ βόας περιάξειν ἐς τῶν ἐναντίων τὸ τεῖχος οὕτως ἀνεπισκέπτως ἐλπίδα εἶχον. ταῦτα μὲν ἀμφὶ Σαλαρίαν πύλην ἐγένετο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi