Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

2.22 ἀλλ’ οὐδέν τι ἧσσον οἱ ἄνδρες οὗτοι διά τε τῶν φίλων καὶ τῶν ξυγγενῶν ʽξυνῄεσαν γὰρ ἔτι καὶ μακρὰν ὁδὸν πορευόμενοι ἐς αὐτοὺς ἅπαντεσ̓ Ἀμαλασούνθῃ τὰ ἐς τὴν ἐπιβουλὴν ἐξηρτύοντο. Ἅπερ οὐκέτι φέρειν ἡ γυνὴ οἵα τε οὖσα ἐπενόει τοιάδε.
2.23 πέμψασα ἐς Βυζάντιον Ἰουστινιανοῦ βασιλέως ἀνεπυνθάνετο εἴπερ αὐτῷ βουλομένῳ εἴη Ἀμαλασοῦνθαν τὴν Θευδερίχου παρ’ αὐτὸν ἥκειν· βούλεσθαι γὰρ αὐτὴν ἐξ Ἰταλίας ἀπαλλάσσεσθαι ὅτι τάχιστα.
2.24 βασιλεὺς δὲ τῷ λόγῳ ἡσθεὶς ἐλθεῖν τε τὴν γυναῖκα ἐκέλευε καὶ τῶν Ἐπιδάμνου οἴκων τὸν κάλλιστον ἐν παρασκευῇ ἐπέστελλε γενέσθαι, ὅπως ἐπειδὰν Ἀμαλασοῦνθα ἐνταῦθα ἴοι, καταλύοι τε αὐτόσε καὶ χρόνον διατρίψασα ὅσον ἂν αὐτῇ βουλομένῃ εἴη, οὕτω δὴ κομίζηται ἐς Βυζάντιον.
2.25 ταῦτα ἐπεὶ Ἀμαλασοῦνθα ἔγνω, ἄνδρας ἀπολέξασα Γότθους, δραστηρίους τε καὶ αὐτῇ ἐς τὰ μάλιστα ἐπιτηδείους, ἔστελλεν ἐφ’ ᾧ τοὺς τρεῖς ἀποκτενοῦσιν ὧν ἄρτι ἐμνήσθην, ἅτε τῆς στάσεως αἰτιωτάτους αὐτῇ γενομένους.
2.26 αὐτὴ δὲ ἄλλα τε χρήματα καὶ τετρακόσια Χρυσοῦ κεντηνάρια ἐν νηὶ μιᾷ ἐνθεμένη, ἐς ταύτην τε ἐμβιβάσασα τῶν οἱ πιστοτάτων τινάς, πλεῖν μὲν ἐκέλευσεν εἰς Ἐπίδαμνον, ἀφικομένους δὲ ὁρμίζεσθαι μὲν ἐν τῷ ταύτης λιμένι, τῶν δὲ φορτίων, ἕως αὐτὴ ἐπιστέλλοι,
2.27 μηδ’ ὁτιοῦν ἐκφορεῖν τῆς νεώς. ἔπρασσε δὲ ταῦτα, ὅπως, ἢν μὲν ἀπολωλέναι τοὺς τρεῖς πύθηται, μένοι τε αὐτοῦ καὶ τὴν ναῦν μεταπέμποιτο, οὐδὲν ἔτι ἔχουσα πρὸς τῶν ἐχθρῶν δέος· ἢν δὲ αὐτῶν τινα περιεῖναι ξυμβαίνῃ, οὐδεμιᾶς οἱ ἀγαθῆς ἀπολελειμμένης ἐλπίδος, πλέοι τε κατὰ τάχος καὶ ἐς γῆν τὴν βασιλέως ξὺν τοῖς χρήμασι διασώζοιτο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi