Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

20.10 τούτων θάτερόν σε εἰς ἡμᾶς ἤνεγκεν, ὁπότερον μέντοι, αὐτίκα δηλώσεις. εἰ μὲν γὰρ ἀνδρείᾳ πιστεύων ἐπὶ Γότθους ἐστράτευσας, ὁρᾷς γὰρ δήπου ἀπὸ τοῦ τείχους τὸ τῶν πολεμίων στρατόπεδον καί σοι ἀνδραγαθίζεσθαι, ὦ γενναῖε, διαρκῶς πάρεστιν· εἰ δέ γε θράσει ἐχόμενος ἐφ’ ἡμᾶς ὥρμησαι, πάντως σοι καὶ μεταμέλει τῶν εἰκῆ πεπραγμένων.
20.11 τῶν γὰρ ἀπονενοημένων αἱ γνῶμαι, ὅταν ἐν τοῖς ἀγῶσι γένωνται, μετανοεῖν φιλοῦσι. νῦν οὖν μήτε Ῥωμαίοις τοῖσδε περαιτέρω τὴν ταλαιπωρίαν μηκύνεσθαι ποίει, οὓς δὴ Θευδέριχος ἐν βίῳ τρυφερῷ τε καὶ ἄλλως ἐλευθέρῳ ἐξέθρεψε, μήτε τῷ Γότθων τε καὶ Ἰταλιωτῶν δεσπότῃ ἐμποδὼν ἵστασο.
20.12 πῶς γὰρ οὐκ ἄτοπον, σὲ μὲν οὕτω καθειργμένον τε καὶ τοὺς πολεμίους κατεπτηχότα ἐν Ῥώμῃ καθῆσθαι, τὸν δὲ ταύτης βασιλέα ἐν χαρακώματι διατρίβοντα τὰ τοῦ πολέμου κακὰ τοὺς αὑτοῦ κατηκόους ἐργάζεσθαι;
20.13 ἡμεῖς δὲ σοί τε καὶ τοῖς ἑπομένοις ποιεῖσθαι ἤδη τὴν ἄφοδον κατ’ ἐξουσίαν παρέξομεν, ἅπαντα τὰ ὑμέτερα αὐτῶν ἔχουσι. τὸ γὰρ ἐπεμβαίνειν τοῖς τὸ σῶφρον μεταμαθοῦσιν οὔτε ὅσιον οὔτε ἄξιον τρόπου τοῦ ἀνθρωπίνου εἶναι νομίζομεν.
20.14 ἡδέως δ’ ἂν καὶ Ῥωμαίους ἔτι ἐροίμεθα τούσδε, τί ποτε ἄρα Γότθοις ἐπικαλεῖν ἔχοντες ἡμᾶς τε αὖ καὶ σφᾶς αὐτοὺς προὔδοσαν, οἵ γε τῆς μὲν ἡμετέρας ἐπιεικείας ἄχρι τοῦδε ἀπήλαυσαν, νῦν δὲ καὶ τῆς παρ’ ὑμῶν ἐπικουρίας εἰσὶν ἔμπειροι.”
20.15 Τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον. Βελισάριος δὲ ἀμείβεται ὧδε· “Ὁ μὲν τῆς ξυμβουλῆς καιρὸς οὐκ ἐφ’ ὑμῖν κείσεται. γνώμῃ γὰρ τῶν πολεμίων ἥκιστα εἰώθασι πολεμεῖν ἄνθρωποι, ἀλλ’ αὐτόν τινα τὰ οἰκεῖα διατίθεσθαι νόμος, ὅπη ἂν αὐτῷ δοκῇ ὡς ἄριστα ἔχειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi