Kitap 5
19.27
οὕτω τε οἱ βάρβαροι τῆς πείρας, ἐπεὶ οὐδὲν σφίσι ταύτῃ προὐχώρει, ἀπέσχοντο. καὶ τὸ λοιπὸν Ῥωμαῖοι τούτοις μὲν τοῖς μύλωσιν ἐχρῶντο, τῶν δὲ βαλανείων τοῦ ὕδατος τῇ ἀπορίᾳ παντάπασιν ἀπεκέκλειντο.
19.28
ὕδωρ μέντοι ὅσον πιεῖν διαρκὲς εἶχον, ἐπεὶ καὶ τοῖς τοῦ ποταμοῦ ἑκαστάτω οἰκοῦσι παρῆν ἐκ φρεάτων ὑδρεύεσθαι.
19.29
ἐς δὲ τοὺς ὑπονόμους, οἵπερ ἐκ τῆς πόλεως εἴ τι οὐ καθαρὸν ἐκβάλλουσιν ἔξω, ἀσφάλειαν ἐπινοεῖν οὐδεμίαν ἠνάγκαστο, ἐπεὶ ἐς ποταμὸν Τίβεριν τὰς ἐκβολὰς ἔχουσιν ἅπαντες, καὶ διὰ τοῦτο οὐδεμίαν οἷόν τε τῇ πόλει ἐνθένδε πρὸς τῶν πολεμίων ἐπιβουλὴν γενέσθαι.
20.1
Τὰ μὲν οὖν ἐς τὴν πολιορκίαν τῇδε Βελισάριος διῳκήσατο. Σαμνιτῶν δὲ παῖδες πολλοί, πρόβατα ἐν χώρᾳ τῇ σφετέρᾳ ποιμαίνοντες, δύο τοῦ σώματος ἐν σφίσιν εὖ ἥκοντας ἀπολέξαντες, καὶ αὐτῶν ἕνα μὲν καλέσαντες ἐπὶ τοῦ Βελισαρίου ὀνόματος, Οὐίττιγιν δὲ τὸν ἕτερον ὀνομάσαντες,
20.2
παλαίειν ἐκέλευον. ὧν δὴ ἰσχυρότατα ἐς τὸν ἀγῶνα καθισταμένων, τὸν Οὐίττιγιν δῆθεν ξυνηνέχθη πεσεῖν. καὶ αὐτὸν ὁ τῶν παίδων ὅμιλος παίζοντες ἐπὶ δένδρου ἐκρήμνων.
20.3
λύκου δὲ τύχῃ τινὶ ἐνταῦθα φανέντος οἱ μὲν παῖδες ἔφυγον ἅπαντες, ὁ δὲ ἐπὶ τοῦ δένδρου ἠρτημένος Οὐίττιγις χρόνου οἱ τριβέντος ἐν ταύτῃ δὴ τῇ τιμωρίᾳ θνήσκει.
20.4
καὶ ἐπεὶ ταῦτα ἐς Σαμνίτας ἔκπυστα ἐγεγόνει, οὔτε κόλασίν τινα ἐς τὰ παιδία ταῦτα ἐξήνεγκαν καὶ τὰ ξυμπεσόντα ξυμβαλόντες νικήσειν κατὰ κράτος Βελισάριον ἰσχυρίζοντο. ταῦτα μὲν δὴ οὕτως ἐγένετο.