Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

19.1 Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Γότθοι μὲν Ῥώμην πολιορκίᾳ ἑλεῖν διὰ μέγεθος τῆς πόλεως οὐδενὶ πόνῳ οἰόμενοι, Ῥωμαῖοι δὲ αὐτῆς ἀμυνόμενοι ἐτάξαντο ὧδε. ἔχει μὲν τῆς πόλεως ὁ περίβολος δὶς ἑπτὰ πύλας καὶ πυλίδας τινάς.
19.2 Γότθοι δὲ οὐχ οἷοί τε ὄντες ὅλῳ τῷ στρατοπέδῳ τὸ τεῖχος περιλαβέσθαι κύκλῳ, ἓξ ποιησάμενοι χαρακώματα πέντε πυλῶν χῶρον ἠνώχλουν, ἐκ τῆς Φλαμινίας ἄχρι ἐς τὴν καλουμένην Πραινεστίναν· ταῦτά τε αὐτοῖς τὰ χαρακώματα ξύμπαντα ἐντὸς Τιβέριδος τοῦ ποταμοῦ ἐπεποίητο.
19.3 δείσαντες οὖν οἱ βάρβαροι μὴ τὴν γέφυραν διαφθείραντες οἱ πολέμιοι, ἣ Μολιβίου ἐπώνυμός ἐστιν, ἄβατα σφίσι ποιήσωνται ἅπαντα ὅσα ἐκτὸς τοῦ ποταμοῦ ἐστι διήκοντα μέχρι ἐς θάλασσαν, καὶ ἀπ’ αὐτοῦ αἴσθησιν τῶν ἐν πολιορκίᾳ κακῶν ἥκιστα ἔχοιεν, χαράκωμα ἕβδομον Τιβέριδος ἐκτὸς ἐν Νέρωνος πεδίοις ἐπήξαντο, ὅπως σφίσιν ἡ γέφυρα τῶν στρατοπέδων ἐν μέσῳ εἴη.
19.4 διὸ δὴ ἄλλας δύο τῆς πόλεως πύλας ἐνοχλεῖσθαι πρὸς τῶν πολεμίων ξυνέβαινε, τήν τε Αὐρηλίαν ʽἣ νῦν Πέτρου τοῦ τῶν Χριστοῦ ἀποστόλων κορυφαίου ἅτε που πλησίον κειμένου ἐπώνυμός ἐστἰ καὶ τὴν ὑπὲρ ποταμὸν Τίβεριν.
19.5 οὕτω τε Γότθοι τῷ μὲν στρατοπέδῳ τὴν ἡμίσειαν μάλιστα περιεβάλλοντο τοῦ τείχους μοῖραν, ἅτε δὲ τῷ ποταμῷ οὐδαμῆ τὸ παράπαν εἰργόμενοι, ἐς ἅπαντα τὸν περίβολον κύκλῳ, ἡνίκα ἐβούλοντο, τῷ πολέμῳ ᾔεσαν.
19.6 Ὅντινα δὲ τρόπον Ῥωμαῖοι τοῦ ποταμοῦ ἐφ’ ἑκάτερα τὸ τῆς πόλεως τεῖχος ἐδείμαντο ἐρῶν ἔρχομαι. πάλαι μὲν ὁ Τίβερις παραρρέων ἐπὶ πλεῖστον τοῦ περιβόλου ἐφέρετο τῇδε.
19.7 ὁ δὲ χῶρος οὗτος, ἐφ’ οὗ ὁ περίβολος κατὰ τὸν ῥοῦν τοῦ ποταμοῦ ἀνέχει, ὕπτιός τε καὶ λίαν εὐέφοδός ἐστι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi