Kitap 5
18.24
Ῥωμαῖοι δὲ ἀμφὶ τὸ τεῖχος ἀθρόοι τῆς τάφρου ἐντὸς γεγενημένοι ἐν χρῷ τε ξυνιόντες ἀλλήλοις ἐς ὀλίγον συνήγοντο.
18.25
οἱ μέντοι τοῦ περιβόλου ἐντὸς ἅτε ἀστρατήγητοί τε καὶ ἀπαράσκευοι παντάπασιν ὄντες καὶ περὶ σφίσι τε αὐτοῖς καὶ τῇ πόλει πεφοβημένοι, ἀμύνειν τοῖς σφετέροις, καίπερ ἐς τοσοῦτον κινδύνου ἐλθοῦσιν, οὐδαμῆ εἶχον.
18.26
Τότε Βελισάριον ἔννοιά τε καὶ τόλμα εἰσῆλθεν, ἣ Ῥωμαίοις ἐκ τοῦ ἀπροσδοκήτου τὰ πράγματα διεσώσατο. ἐγκελευσάμενος γὰρ τοῖς ξὺν αὑτῷ πᾶσιν ἐξαπιναίως τοῖς ἐναντίοις ἐνέπεσεν.
18.27
οἱ δὲ καὶ πρότερον ἀκοσμίᾳ πολλῇ ἅτε ἐν σκότῳ καὶ διώξει χρώμενοι, ἐπεὶ σφίσιν ἐπιόντας παρὰ δόξαν τοὺς φεύγοντας εἶδον, ὑποτοπήσαντες καὶ ἄλλο βεβοηθηκέναι ἐκ τῆς πόλεως στράτευμα, ἐς φόβον τε πολὺν ἀπ’ αὐτοῦ καταστάντες κατὰ κράτος ἤδη ἅπαντες ἔφευγον.
18.28
Βελισάριος δὲ ἥκιστα ἐκπεσὼν ἐς τὴν δίωξιν αὐτίκα ἐς τὸ τεῖχος ἀνέστρεψεν. οὕτω τε Ῥωμαῖοι θαρσήσαντες αὐτόν τε καὶ τοὺς ἀμφ’ αὐτὸν ἅπαντας τῇ πόλει ἐδέξαντο.
18.29
παρὰ τοσοῦτον μὲν κινδύνου Βελισάριός τε καὶ τὰ βασιλέως πράγματα ἦλθεν· ἥ τε μάχη πρωῒ ἀρξαμένη ἐτελεύτα ἐς νύκτα. ἠρίστευσαν δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων μὲν Βελισάριος, Γότθων δὲ Οὐίσανδος Βανδαλάριος, ὅς, ἡνίκα ἡ μάχη ἀμφὶ Βελισαρίῳ ἐγένετο, ἐπειδὴ αὐτῷ τὰ πρῶτα ἐπέπεσεν, οὐ πρότερον ἀπέστη ἕως τρισκαίδεκα πληγὰς λαβὼν τῷ σώματι ἔπεσε.
18.30
δόξας δὲ αὐτίκα τεθνάναι, ἠμελήθη τε πρὸς τῶν ἑταίρων, καίπερ νενικηκότων, καὶ ξὺν τοῖς νεκροῖς αὐτοῦ ἔκειτο.