Kitap 5
18.16
Τέλος δὲ ἀρετῇ τῇ σφετέρᾳ Ῥωμαῖοι τοὺς πολεμίους ἐτρέψαντο, ἔφευγέ τε πάμπολύ τι βαρβάρων πλῆθος, ἕως ἐς στρατόπεδον τὸ αὐτῶν ἵκοντο. ἐνταῦθα γὰρ οἱ Γότθων πεζοὶ ἅτε ἀκμῆτες ὄντες ὑπέστησάν τε τοὺς πολεμίους καὶ πόνῳ οὐδενὶ ἀπεώσαντο.
18.17
βεβοηθηκότων τε αὖθις ἱππέων ἑτέρων κατὰ κράτος Ῥωμαῖοι ἔφυγον, ἕως ἀναβάντες ἔς τι γεώλοφον ἔστησαν. καταλαβόντων τε σφᾶς βαρβάρων ἱππέων, αὖθις ἱππομαχία ἐγένετο.
18.18
ἔνθα δὴ Βαλεντῖνος, ὁ Φωτίου τοῦ Ἀντωνίνης παιδὸς ἱπποκόμος, ἀρετῆς δήλωσιν ὡς μάλιστα ἐποιήσατο. μόνος γὰρ ἐσπηδήσας ἐς τῶν πολεμίων τὸν ὅμιλον ἐμπόδιός τε τῇ Γότθων ὁρμῇ ἐγεγόνει καὶ τοὺς ξὺν αὑτῷ διεσώσατο.
18.19
οὕτω τε διαφυγόντες ἐς τὸν Ῥώμης περίβολον· ἦλθον, διώκοντές τε οἱ βάρβαροι ἄχρι ἐς τὸ τεῖχος ἐνέκειντο ἀμφὶ τὴν πύλην ἣ Σαλαρία ὠνόμασται.
18.20
δείσαντες δὲ Ῥωμαῖοι μὴ τοῖς φεύγουσιν οἱ πολέμιοι ξυνεισβαλόντες τοῦ περιβόλου ἐντὸς γένωνται, ἀνακλίνειν τὰς πύλας ἥκιστα ἤθελον, καίπερ Βελισαρίου πολλά τε σφίσιν ἐγκελευομένου καὶ ξὺν ἀπειλῇ ἀναβοῶντος.
18.21
οὔτε γὰρ τὸν ἄνδρα οἱ ἐκ τοῦ πύργου διακύπτοντες ἐπιγινώσκειν οἷοί τε ἦσαν, ἐπεί οἱ τό τε πρόσωπον καὶ ἡ κεφαλὴ ξύμπασα λύθρῳ τε καὶ κονιορτῷ ἐκαλύπτετο, ἅμα δὲ οὐδὲ καθορᾶν τις ἀκριβῶς εἶχεν· ἦν γὰρ τῆς ἡμέρας ἀμφὶ ἡλίου δύσιν.
18.22
οὐ μὴν οὐδὲ περιεῖναι τὸν στρατηγὸν Ῥωμαῖοι ᾤοντο· ὅσοι γὰρ ἐν τῇ πρότερον γενομένῃ τροπῇ φεύγοντες ἧκον, τεθνάναι Βελισάριον ἐν τοῖς πρώτοις ἀριστεύοντα ἤγγελλον.
18.23
ὁ μὲν οὖν ὅμιλος τῶν πολεμίων ῥεύσας τε πολὺς καὶ θυμῷ μεγάλῳ ἐχόμενος, τήν τε τάφρον εὐθὺς διαβῆναι καὶ τοῖς φεύγουσιν ἐνταῦθα ἐπιθέσθαι διενοοῦντο,