Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

17.14 ἔνθα δὴ Βελισάριος ὀλίγῳ πρότερον πύργον τε δειμάμενος καὶ πύλας αὐτῷ ἐπιθέμενος στρατιωτῶν φρουρὰν κατεστήσατο, οὐχ ὅτι τοῖς πολεμίοις ταύτῃ μόνον ὁ Τίβερις διαβατὸς ἦν ʽνῆές τε γὰρ καὶ γέφυραι πολλαχόσε τοῦ ποταμοῦ τυγχάνουσιν οὖσαἰ, ἀλλ’ ὅτι πλείονα χρόνον ἐν τῇ πορείᾳ τοῖς ἐναντίοις τρίβεσθαι ἤθελε, στράτευμά τε ἄλλο ἐκ βασιλέως καραδοκῶν, καὶ ὅπως ἔτι μᾶλλον Ῥωμαῖοι τὰ ἐπιτήδεια ἐσκομίζωνται.
17.15 ἤν τε γὰρ ἐνθένδε ἀποκρουσθέντες οἱ βάρβαροι διαβαίνειν ἐγχειρήσωσιν ἐπὶ γεφύρας ἑτέρωθί πη οὔσης, οὐχ ἧσσον ἢ εἴκοσιν ἡμέρας δαπανᾶσθαι σφίσιν ἐνόμιζε, καὶ πλοῖα βουλομένοις ἐς Τίβεριν κατασπάσαι τοσαῦτα τὸ πλῆθος πλείω αὐτοῖς,
17.16 ὡς τὸ εἰκός, τετρίψεσθαι χρόνον. ἃ δὴ ἐν νῷ ἔχων τὴν τῇδε φρουρὰν κατεστήσατο· ἔνθα οἱ Γότθοι ἐκείνῃ τῇ ἡμέρα ηὐλίσαντο, ἀπορούμενοί τε καὶ πολεμητέα ἔσεσθαι σφίσιν ἐς τὸν πύργον τῇ ὑστεραίᾳ οἰόμενοι·
17.17 ἦλθον δὲ αὐτοῖς αὐτόμολοι δύο καὶ εἴκοσι, βάρβαροι μὲν γένος, στρατιῶται δὲ Ῥωμαῖοι, ἐκ καταλόγου ἱππικοῦ οὗπερ Ἰννοκέντιος ἦρχεν.
17.18 ἔννοια δὲ τότε Βελισαρίῳ ἐγένετο ἀμφὶ Τίβεριν ποταμὸν ἐνστρατοπεδεύσασθαι, ὅπως δὴ τῇ τε διαβάσει τῶν πολεμίων ἔτι μᾶλλον ἐμπόδιοι γένωνται καὶ θάρσους τοῦ σφετέρου ἐπίδειξίν τινα ἐς τοὺς ἐναντίους ποιήσωνται.
17.19 στρατιῶται μέντοι ὅσοι φρουράν, ὥσπερ ἐρρήθη, ἐν τῇ γεφύρᾳ εἶχον, καταπεπληγμένοι τὸν Γότθων ὅμιλον καὶ τοῦ κινδύνου κατωρρωδηκότες τὸ μέγεθος, νύκτωρ τὸν πύργον ἐκλιπόντες ὅνπερ ἐφύλασσον, ἐς φυγὴν ὥρμηντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi