Kitap 5
17.7
Οὐίττιγις δὲ Περυσίας μὲν καὶ Σπολιτίου ἀποπειρᾶσθαι ἥκιστα ἐνεχείρει· τὰ γὰρ χωρία ἐχυρὰ ὡς μάλιστά ἐστι, καὶ τρίβεσθαί οἱ τὸν χρόνον ἐνταῦθα οὐδαμῆ ἤθελε·
17.8
μόνον γάρ οἱ ἐν ἐπιθυμίᾳ ἐγένετο Βελισάριον οὔπω ἀποδράντα ἐν Ῥώμῃ εὑρέσθαι. ἀλλὰ καὶ Ναρνίαν ἔχεσθαι πρὸς τῶν πολεμίων μαθὼν οὐδὲν ἐνταῦθα κινεῖν ἤθελε, δυσπρόσοδόν τε καὶ ἄλλως ἄναντες ὂν τὸ χωρίον εἰδώς· κεῖται μὲν γὰρ ἐν ὑψηλῷ ὄρει.
17.9
ποταμὸς δὲ Νάρνος τὸν τοῦ ὄρους παραρρεῖ πρόποδα, ὃς καὶ τὴν ἐπωνυμίαν τῇ πόλει παρέσχεν. ἄνοδοί τε δύο ἐνταῦθα δὴ ἄγουσιν, ἡ μὲν πρὸς ἀνίσχοντα ἥλιον, ἡ δὲ πρὸς δύοντα.
17.10
ταύταιν ἁτέρα μὲν στενοχωρίαν τινὰ δύσκολον ἐξ ἀποτόμων πετρῶν ἔλαχεν, ἐς δὲ τὴν ἑτέραν οὐκ ἔστιν ὅτι μὴ διὰ τῆς γεφύρας ἰέναι ἣ τὸν ποταμὸν ἐπικαλύπτουσα διάβασιν ταύτῃ ἐργάζεται.
17.11
ταύτην δὲ τὴν γέφυραν Καῖσαρ Αὔγουστος ἐν τοῖς ἄνω χρόνοις ἐδείματο, θέαμα λόγου πολλοῦ ἄξιον· τῶν γὰρ κυρτωμάτων πάντων ὑψηλότατόν ἐστιν ὧν ἡμεῖς ἴσμεν.
17.12
Οὐίττιγις οὖν οὐκ ἀναμείνας τὸν χρόνον σφίσιν ἐνταῦθα τρίβεσθαι κατὰ τάχος ἐνθένδε ἀπαλλαγεὶς τῷ παντὶ στρατῷ ἐπὶ Ῥώμην ᾔει, διὰ Σαβίνων τὴν πορείαν ποιούμενος.
17.13
καὶ ἐπειδὴ Ῥώμης ἀγχοῦ ἐγένετο, σταδίοις τε αὐτῆς οὐ μᾶλλον ἢ τέσσαρσι καὶ δέκα διεῖχε, Τιβέριδος τοῦ ποταμοῦ γεφύρᾳ ἐνέτυχεν.