Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

16.21 καὶ αὐτὸν γάρ οἱ ἀναδέχεσθαι μήποτε Βελισάριον δρασμῷ χρήσασθαι, ἀλλ’ αὐτοῦ μένειν. καὶ τὸν ἔτι ἐπείγεσθαι μᾶλλον ἢ πρότερον, εὐξάμενον ἐκ τοῦ ἐμφανοῦς τὸ Ῥώμης θεάσασθαι τεῖχος πρότερον ἢ Βελισάριον ἐνθένδε ἀποδρᾶναι.
17.1 Βελισάριος δέ, ἐπεὶ Γότθους πανδημεὶ στρατεύεσθαι ἐπ’ αὐτὸν ἤκουσε, διηπορεῖτο. οὔτε γὰρ τοὺς ἀμφὶ Κωνσταντῖνόν τε καὶ Βέσσαν ἀπολείπεσθαι ἤθελεν, ἄλλως τε καὶ ὀλίγης οἱ τῆς στρατιᾶς παντάπασιν οὔσης, καὶ τὰ ἐν Τούσκοις ἐκλιπεῖν ὀχυρώματα ἐδόκει οἱ ἀξύμφορον εἶναι, ὅπως δὴ μὴ ταῦτα ἐπὶ Ῥωμαίοις Γότθοι ἐπιτειχίσματα ἔχοιεν.
17.2 λογισάμενος οὖν Κωνσταντίνῳ τε καὶ Βέσσᾳ ἐπέστειλε φρουρὰν μὲν ἐν τοῖς ἀναγκαιοτάτοις τῶν ἐκείνῃ ἀπολιπεῖν χωρίων, ὅση δὴ φυλάσσειν αὐτὰ ἱκανὴ εἴη, αὐτοὺς δὲ τῷ ἄλλῳ στρατῷ ἐς Ῥώμην κατὰ τάχος ἰέναι.
17.3 καὶ Κωνσταντῖνος μὲν κατὰ ταῦτα ἐποίει. ἔν τε γὰρ Περυσίᾳ καὶ Σπολιτίῳ φρουρὰν καταστησάμενος ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς Ῥώμην ἀπήλαυνε.
17.4 Βέσσα δὲ σχολαίτερον τὰ ἐν Ναρνίᾳ καθισταμένου ξυνέπεσε τὴν δίοδον ἐνθένδε ποιουμένων τῶν πολεμίων ἔμπλεα Γότθων τὰ ἐν τῷ προαστείῳ πεδία εἶναι.
17.5 πρόδρομοι δὲ οὗτοι πρὸ τῆς ἄλλης στρατιᾶς ἦσαν· οἶς δὴ Βέσσας ἐς χεῖρας ἐλθὼν τούς τε κατ’ αὐτὸν παρὰ δόξαν ἐτρέψατο καὶ πολλοὺς κτείνας, ἐπειδὴ τῷ πλήθει ἐβιάζετο, ἐς Ναρνίαν ἀνεχώρησεν.
17.6 ἐνταῦθά τε φρουροὺς ἀπολιπών, καθάπερ οἱ ἐπέστελλε Βελισάριος, ἐς Ῥώμην κατὰ τάχος ᾔει παρέσεσθαί τε ὅσον οὔπω τοὺς πολεμίους ἀπήγγελλε. Ῥώμης γὰρ Ναρνία πεντήκοντα καὶ τριακοσίοις σταδίοις διέχει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi