Kitap 5
16.5
Οὐίττιγις δὲ ταῦτα ἀκούσας στρατιάν τε καὶ ἄρχοντας Οὐνίλαν τε καὶ Πίσσαν ἐπ’ αὐτοὺς ἔπεμπεν.
16.6
οἷς Κωνσταντῖνος ὑπαντιάσας ἐν τῷ Περυσίας προαστείῳ ἐς χεῖρας ἦλθε. πλήθει δὲ τῶν βαρβάρων ὑπεραιρόντων ἀγχώμαλος μὲν τὰ πρῶτα ἐγεγόνει ἡ μάχη, μετὰ δὲ Ῥωμαῖοι τῇ σφῶν ἀρετῇ καθυπέρτεροι γεγενημένοι τοὺς πολεμίους ἐτρέψαντο, φεύγοντάς τε οὐδενὶ κόσμῳ σχεδόν τι ἅπαντας ἔκτεινον·
16.7
καὶ ζῶντας ἑλόντες τοὺς τῶν πολεμίων ἄρχοντας παρὰ Βελισάριον ἔπεμψαν. ἐπεὶ δὲ ταῦτα Οὐίττιγις ἤκουσεν, ἡσυχάζειν ἐπὶ Ῥαβέννης οὐκέτι ἤθελεν, οὗ δὴ αὐτῷ Μαρκίας τε καὶ οἱ ξὺν αὐτῷ οὔπω ἐκ Γαλλιῶν ἥκοντες ἐμπόδιοι ἦσαν.
16.8
ἐς μὲν οὖν Δαλματίαν στρατιάν τε πολλὴν καὶ ἄρχοντας Ἀσινάριόν τε καὶ Οὐλιγίσαλον ἔπεμψεν, ἐφ’ ᾧ Δαλματίαν τῇ Γότθων ἀρχῇ ἀνασώσονται.
16.9
καὶ αὐτοῖς ἐπέστελλεν ἐκ τῶν ἀμφὶ Σουαβίαν χωρίων στράτευμα ἑταιρισαμένοις τῶν ταύτῃ βαρβάρων οὕτω δὴ εὐθὺ Δαλματίας τε καὶ Σαλώνων ἰέναι.
16.10
ξὺν αὐτοῖς δὲ καὶ μακρὰ πλοῖα πολλὰ ἔπεμψεν, ὅπως Σάλωνας κατὰ γῆν τε καὶ θάλασσαν πολιορκεῖν οἷοί τε ὦσιν.
16.11
αὐτὸς δὲ τῷ παντὶ στρατῷ ἐπὶ Βελισάριόν τε καὶ Ῥώμην ἰέναι ἠπείγετο, ἱππέας τε καὶ πεζοὺς οὐχ ἧσσον ἢ μυριάδας πεντεκαίδεκα ἐπαγόμενος, καὶ αὐτῶν τεθωρακισμένοι ξὺν τοῖς ἵπποις οἱ πλεῖστοι ἦσαν.
16.12
Ἀσινάριος μὲν οὖν ἀμφὶ τὴν Σουαβίαν γενόμενος τὸ τῶν βαρβάρων στράτευμα ἤγειρε, μόνος δὲ Οὐλιγίσαλος Γότθοις ἐς Λιβουρνίαν ἡγήσατο.
16.13
καὶ σφίσι Ῥωμαίων ἐν χωρίῳ Σκάρδωνι ἐς χεῖρας ἐλθόντων ἡσσηθέντες τῇ μάχῃ ἀνεχώρησαν ἐς Βοῦρνον πόλιν· ἐνταῦθά τε τὸν συνάρχοντα ἀνέμεινεν Οὐλιγίσαλος.