Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

15.28 τούτων μὲν δὴ τῶν ἐθνῶν Γότθοι κόλπου τοῦ Ἰονίου ἐκτὸς κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἦρχον, ὑπὲρ δὲ Ῥαβέννης πόλεως Πάδου τοῦ ποταμοῦ ἐν ἀριστερᾷ Λιγούριοι ᾤκηνται.
15.29 καὶ αὐτῶν τὰ μὲν πρὸς βορρᾶν ἄνεμον Ἀλβανοὶ ἐν χώρᾳ ὑπερφυῶς ἀγαθῇ Λαγγούβιλλα καλουμένῃ οἰκοῦσι, τούτων τε ὕπερθεν ἔθνη τὰ Φράγγοις κατήκοά ἐστι, τὰ δὲ πρὸς ἑσπέραν Γάλλοι τε καὶ μετ’ ἐκείνους Ἱσπανοὶ ἔχουσι.
15.30 τοῦ δὲ Πάδου ἐν δεξιᾷ Αἰμιλία τέ ἐστι καὶ τὰ Τούσκων ἔθνη, ἄχρι καὶ ἐς τοὺς Ῥώμης ὅρους διήκοντα. ταῦτα μὲν δὴ ὧδέ πη ἔχει.
16.1 Βελισάριος δὲ τὰ Ῥώμης ὅρια κύκλῳ ἅπαντα μέχρι ἐς ποταμὸν Τίβεριν καταλαβὼν ἐκρατύνατο. καὶ ἐπειδή οἱ ἅπαντα ὡς ἄριστα εἶχε, πολλοὺς τῶν αὑτοῦ ὑπασπιστῶν ξὺν δορυφόροις ἄλλοις τε καὶ Ζαρτῆρι καὶ Χορσομάνῳ καὶ Αἰσχμάνῳ τοῖς Μασσαγέταις καὶ στρατιὰν ἄλλην Κωνσταντίνῳ ἔδωκεν, ἔς τε Τουσκίαν ἐκέλευεν ἰέναι, ἐφ’ ᾧ παραστήσεται τὰ ἐκείνῃ χωρία.
16.2 καὶ Βέσσαν ἐπήγγελλε καταλαβεῖν Ναρνίαν, πόλιν ἐχυρὰν μάλιστα ἐν Τούσκοις οὖσαν. ὁ δὲ Βέσσας οὗτος Γότθος μὲν ἦν γένος τῶν ἐκ παλαιοῦ ἐν Θρᾴκῃ ᾠκημένων, Θευδερίχῳ τε οὐκ ἐπισπομένων, ἡνίκα ἐνθένδε ἐς Ἰταλίαν ἐπῆγε τὸν Γότθων λεών, δραστήριος δὲ καὶ ἀγαθὸς τὰ πολέμια.
16.3 στρατηγός τε γὰρ ἦν ἄριστος καὶ αὐτουργὸς δεξιός. καὶ Βέσσας μὲν οὔτι ἀκουσίων τῶν οἰκητόρων Ναρνίαν ἔσχε, Κωνσταντῖνος δὲ Σπολίτιόν τε καὶ Περυσίαν καὶ ἄλλα ἄττα πολίσματα παρεστήσατο οὐδενὶ πόνῳ.
16.4 ἐθελούσιοι γὰρ αὐτὸν ταῖς πόλεσι Τοῦσκοι ἐδέχοντο. φρουρὰν οὖν ἐν Σπολιτίῳ καταστησάμενος αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐν Περυσίᾳ τῇ Τούσκων πρώτῃ ἡσύχαζεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi