Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

15.5 ἐν Δαλματίᾳ γάρ, ἣ ταύτης καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ κεῖται, ἀνέμου τι πνεῦμα σκληρόν τε καὶ ὑπερφυῶς ἄγριον ἐπισκήπτειν φιλεῖ, ὅπερ ἐπειδὰν ἐπιπνεῖν ἄρξηται, ὁδῷ ἰόντα ἔτι ἄνθρωπον ἐνταῦθα εὑρεῖν οὐδεμία μηχανή ἐστιν, ἀλλ’ οἴκοι ἅπαντες καθείρξαντες ἑαυτοὺς τηροῦσι.
15.6 τοιαύτη γάρ τις ἡ τοῦ πνεύματος ῥύμη τυγχάνει οὖσα ὥστε ἄνδρα ἱππέα ξὺν τῷ ἵππῳ ἁρπάσασα μετέωρον φέρει, ἐπὶ πλεῖστόν τε περιαγαγοῦσα τῆς τοῦ ἀέρος χώρας εἶτα ὅπη παρατύχῃ ἀπορρίπτουσα κτείνει.
15.7 Βενεβεντὸν δὲ ἅτε καταντικρὺ Δαλματίας οὖσαν, ὥσπερ μοι εἴρηται, ἐπί τε ὑψηλοῦ τινος χώρου κειμένην μοῖράν τινα φέρεσθαι τῆς τούτου δὴ τοῦ ἀνέμου δυσκολίας συμβαίνει.
15.8 ταύτην Διομήδης ποτὲ ὁ Τυδέως ἐδείματο, μετὰ Ἰλίου ἅλωσιν ἐκ τοῦ Ἄργους ἀποκρουσθείς. καὶ γνώρισμα τῇ πόλει τοὺς ὀδόντας συὸς τοῦ Καλυδωνίου ἐλείπετο, οὕς οἱ θεῖος Μελέαγρος ἆθλα τοῦ κυνηγεσίου λαβὼν ἔτυχεν, οἳ καὶ εἰς ἐμὲ ἐνταῦθά εἰσι, θέαμα λόγου πολλοῦ ἰδεῖν ἄξιον, περίμετρον οὐχ ἧσσον ἢ τρισπίθαμον ἐν μηνοειδεῖ σχήματι ἔχοντες.
15.9 ἐνταῦθα καὶ ξυγγενέσθαι τὸν Διομήδην Αἰνείᾳ τῷ Ἀγχίσου ἥκοντι ἐξ Ἰλίου φασὶ καὶ κατὰ τὸ λόγιον τὸ τῆς Ἀθήνης ἄγαλμα δοῦναι ὃ ξὺν τῷ Ὀδυσσεῖ ἀποσυλήσας ἔτυχεν, ὅτε κατασκόπω ἐς τὴν Ἴλιον ἠλθέτην ἄμφω πρότερον ἢ τήνδε ἁλώσιμον γενέσθαι τοῖς Ἕλλησι.
15.10 λέγουσι γὰρ αὐτῷ νοσήσαντί τε ὕστερον καὶ ὑπὲρ τῆς νόσου πυνθανομένῳ χρῆσαι τὸ μαντεῖον οὔ ποτέ οἱ τοῦ κακοῦ ἀπαλλαγὴν ἔσεσθαι πλὴν εἰ μὴ ἀνδρὶ Τρωῒ τὸ ἄγαλμα τοῦτο διδοίη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi