Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

14.16 Ῥωμαῖοι δὲ τὴν μὲν πρόνοιαν τοῦ στρατηγοῦ καὶ διαφερόντως τὴν ἐς τὰς ἐπάλξεις ἀποδεδειγμένην ἐμπειρίαν ἐπῄνουν, ἐν θαύματι δὲ μεγάλῳ ποιούμενοι ἤσχαλλον, εἴ τινα ὡς πολιορκηθήσεται ἔννοιαν ἔχων ᾠήθη ἐσιτητά οἱ ἐς Ῥώμην εἶναι, ἣ οὔτε πολιορκίαν οἵα τέ ἐστι φέρειν τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ, διὰ τὸ μὴ ἐπιθαλάσσιος εἶναι, καὶ τείχους περιβαλλομένη τοσοῦτόν τι χρῆμα, ἄλλως τε καὶ ἐν πεδίῳ κειμένη ἐς ἄγαν ὑπτίῳ τοῖς ἐπιοῦσιν εὐέφοδος,
14.17 ὡς τὸ εἰκός, ἔστιν. ὁ δὲ καὶ ταῦτα ἀκούων τὰ ἐς πολιορκίαν οὐδέν τι ἧσσον ἅπαντα ἐξηρτύετο, καὶ τὸν σῖτον ὃν ταῖς ναυσὶν ἔχων ἐκ Σικελίας ἀφίκετο, ἐν οἰκήμασι καταθέμενος δημοσίοις ἐφύλασσε, καὶ Ῥωμαίους ἅπαντας, καίπερ δεινὰ ποιουμένους, ἠνάγκαζεν ἅπαντα σφίσι τὰ ἐπιτήδεια ἐκ τῶν ἀγρῶν ἐσκομίζεσθαι.
15.1 Τότε δὴ καὶ Πίτζας, Γότθος ἀνήρ, ἐκ Σαμνίου ἥκων, αὑτόν τε καὶ Γότθους οἳ ἐκείνῃ ξὺν αὐτῷ ᾤκηντο, καὶ Σαμνίου τοῦ ἐπιθαλασσίου μοῖραν τὴν ἡμίσειαν Βελισαρίῳ ἐνεχείρισεν, ἄχρι ἐς τὸν ποταμὸν ὃς τῆς χώρας μεταξὺ φέρεται.
15.2 Γότθοι γὰρ ὅσοι ἐπὶ θάτερα τοῦ ποταμοῦ ἵδρυντο, οὔτε τῷ Πίτζᾳ ἕπεσθαι οὔτε βασιλεῖ κατήκοοι εἶναι ἤθελον. στρατιώτας τέ οἱ Βελισάριος οὐ πολλοὺς ἔδωκεν, ὅπως αὐτῷ ξυμφυλάξωσι τὰ ἐκείνῃ χωρία.
15.3 πρότερον δὲ Καλαβροί τε καὶ Ἀπούλιοι, Γότθων σφίσι τῇ χώρᾳ οὐ παρόντων, Βελισαρίῳ ἐθελούσιοι προσεχώρησαν οἵ τε παράλιοι καὶ οἱ τὰ μεσόγεια ἔχοντες.
15.4 Ἐν τοῖς καὶ Βενεβεντός ἐστιν, ἣν πάλαι μὲν Μαλεβεντὸν ὠνόμασαν Ῥωμαῖοι, τανῦν δὲ Βενεβεντὸν καλοῦσι, τὴν ἀπὸ τοῦ προτέρου ὀνόματος διαφεύγοντες βλασφημίαν· βέντος γὰρ ἄνεμον τῇ Λατίνων φωνῇ δύναται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi