Kitap 5
13.17
ξυγκαλέσας οὖν εἴ τι ἐν Γότθοις καθαρὸν ἦν, ἔλεξε τοιάδε· “Οὐχ ἡδεῖαν μέν, ἄνδρες ξυγγενεῖς, ἀναγκαίαν δὲ ὑμῖν παραίνεσιν ποιεῖσθαι βουλόμενος ἐνθάδε ὑμᾶς ἐν τῷ παρόντι συνήγαγον· ὅπως δὲ ἀκούσησθε μὲν πρᾴως, βουλεύσησθε δὲ τῶν παρόντων ἡμῖν ἐπαξίως.
13.18
οἷς γὰρ αἱ πράξεις οὐ κατὰ νοῦν χωροῦσι, τὸ μὴ πειθομένους τῇ ἀνάγκῃ ἢ τύχῃ οὕτω τὰ παρόντα διοικεῖσθαι ἀξύμφορον. τὰ μὲν οὖν ἄλλα ἡμῖν ὡς ἄριστα ἐς τὸν πόλεμον παρασκευῆς ἔχει.
13.19
Φράγγοι δὲ ἡμῖν ἐμποδὼν ἵστανται, οἷς ἐκ παλαιοῦ πολεμίοις οὖσι, τοῖς τε σώμασι καὶ τοῖς χρήμασι δαπανώμενοι, ἀντέχειν ἐς τόδε ὅμως ἰσχύσαμεν, ἐπεὶ ἄλλο οὐδὲν ἡμῖν ἀπήντα πολέμιον.
13.20
ἐφ’ ἑτέρους δὲ νῦν ἡμᾶς ἀναγκαζομένους ἰέναι τὸν πρὸς αὐτοὺς πόλεμον καταλύειν δεήσει, πρῶτον μὲν ὅτι, ἢν δυσμενεῖς ἡμῖν διαμείνωσι, μετὰ Βελισαρίου ἐφ’ ἡμᾶς τετάξονται πάντως.
13.21
τοὺς γὰρ ἐχθρὸν τὸν αὐτὸν ἔχοντας ἀλλήλοις ἐς εὔνοιάν τε καὶ ξυμμαχίαν συνάπτεσθαι ἡ τῶν πραγμάτων εἰσηγεῖται φύσις.
13.22
ἔπειτα, ἢν καὶ πρὸς ἑκάτερον στρατόπεδον χωρὶς τὸν πόλεμον διενέγκωμεν, λελείψεται ἡμῖν ἀμφοτέρων ἡσσῆσθαι.
13.23
ἄμεινον οὖν ὀλίγῳ ἡμᾶς ἐλασσουμένους τὰ πλεῖστα τῆς ἀρχῆς διασώσασθαι, ἢ πάντα ἔχειν ἐφιεμένους ξὺν πάσῃ τῇ τῆς ἡγεμονίας δυνάμει πρὸς τῶν πολεμίων ἀπολωλέναι.
13.24
οἶμαι τοίνυν ὡς, ἢν Γαλλίας τὰς σφίσιν ὁμόρους Γερμανοῖς δῶμεν, καὶ χρήματα ὅσα ξὺν τῇ χώρᾳ ταύτῃ Θευδάτος αὐτοῖς ὡμολόγησε δώσειν, οὐχ ὅσον ἀποτρέψονται τὸ ἐς ἡμᾶς ἔχθος, ἀλλὰ καὶ πόλεμον ἡμῖν ξυλλήψονται τόνδε.