Kitap 5
12.18
ἔκ τε γὰρ τῶν καταλόγων ἐς τόδε τοῦ χρόνου δηλοῦνται ἐς οὓς τὸ παλαιὸν τασσόμενοι ἐστρατεύοντο, καὶ σημεῖα τὰ σφέτερα ἐπαγόμενοι οὕτω δὴ ἐς μάχην καθίστανται, νόμοις τε τοῖς πατρίοις ἐς ἀεὶ χρῶνται.
12.19
καὶ σχῆμα τῶν Ῥωμαίων ἔν τε τοῖς ἄλλοις ἅπασι κἀν τοῖς ὑποδήμασι διασώζουσιν.
12.20
Ἕως μὲν οὖν πολιτεία Ῥωμαίοις ἡ αὐτὴ ἔμενε, Γαλλίας τὰ ἐντὸς Ῥοδανοῦ ποταμοῦ βασιλεὺς εἶχεν· ἐπεὶ δὲ αὐτὴν Ὀδόακρος ἐς τυραννίδα μετέβαλε, τότε δή, τοῦ τυράννου σφίσιν ἐνδιδόντος, ξύμπασαν Γαλλίαν Οὐισίγοτθοι ἔσχον μέχρι Ἄλπεων αἳ τὰ Γάλλων τε ὅρια καὶ Λιγούρων διορίζουσι.
12.21
πεσόντος δὲ Ὀδοάκρου Θόριγγοί τε καὶ Οὐισίγοτθοι τὴν Γερμανῶν δύναμιν ἤδη αὐξομένην δειμαίνοντες ʽπολυάνθρωπός τε γὰρ ἰσχυρότατα ἐγεγόνει καὶ τοὺς ἀεὶ ἐν ποσὶν ὄντας ἐκ τοῦ ἐμφανοῦς ἐβιάζετὀ Γότθων δὴ καὶ Θευδερίχου τὴν ξυμμαχίαν προσποιήσασθαι ἐν σπουδῇ εἶχον. οὓς δὴ ἑταιρίσασθαι Θευδέριχος ἐθέλων ἐς κῆδος αὐτοῖς ἐπιμίγνυσθαι οὐκ ἀπηξίου.
12.22
τῷ μὲν οὖν τηνικαῦτα Οὐισιγότθων ἡγουμένῳ Ἀλαρίχῳ τῷ νεωτέρῳ Θευδιχοῦσαν τὴν αὑτοῦ θυγατέρα παρθένον ἠγγύησεν, Ἑρμενεφρίδῳ δὲ τῷ Θορίγγων ἄρχοντι Ἀμαλαβέργαν τὴν Ἀμαλαφρίδης τῆς ἀδελφῆς παῖδα.
12.23
καὶ ἀπ’ αὐτοῦ Φράγγοι τῆς μὲν ἐς αὐτοὺς βίας δέει τῷ Θευδερίχου ἀπέσχοντο,
12.24
ἐπὶ Βουργουζίωνας δὲ πολέμῳ ᾔεσαν. ὕστερον δὲ Φράγγοις τε καὶ Γότθοις ξυμμαχίαι τε καὶ ξυνθῆκαι ἐπὶ κακῷ τῷ Βουργουζιώνων ἐγένοντο, ἐφ’ ᾧ ἑκάτεροι μὲν στρατιὰν ἐπ’ αὐτοὺς πέμψωσιν·