Kitap 5
11.11
καὶ ἐπειδὴ τὰ Γότθων πράγματα ἥκιστά οἱ ἐν παρασκευῇ ἔδοξεν εἶναι, βέλτιον ἐνόμισεν ἐς Ῥάβενναν πρῶτον ἰέναι, ἐνταῦθά τε πάντα ἐξαρτυσαμένῳ ὡς ἄριστα οὕτω δὴ καθίστασθαι ἐς τὸν πόλεμον. ξυγκαλέσας οὖν ἅπαντας ἔλεξε τοιάδε·
11.12
“Αἱ μέγισται τῶν πράξεων, ἄνδρες συστρατιῶται, οὐ καιρῶν ὀξύτητι, ἀλλ’ εὐβουλίᾳ φιλοῦσιν ὀρθοῦσθαι.
11.13
πολλάκις γὰρ μέλλησίς τε εἰς τὸν καιρὸν ἐλθοῦσα μᾶλλον ὤνησε καὶ σπουδὴ οὐκ ἐν δέοντι ἐπιδειχθεῖσα πολλοῖς ἀνεχαίτισε τὴν τοῦ κατορθώσειν ἐλπίδα.
11.14
ῥᾷον γὰρ οἱ πλεῖστοι ἀπαράσκευοι μέν, ἐξ ἀντιπάλου δὲ τῆς δυνάμεως μαχόμενοι, ἡσσῶνται ἢ ὅσοι τὴν ἐλάσσω ἰσχὺν ὡς ἄριστα παρασκευασάμενοι ἐς τὸν ἀγῶνα κατέστησαν.
11.15
μὴ τοίνυν τῷ παραυτίκα φιλοτίμῳ ἐπαιρόμενοι τὰ ἀνήκεστα ἡμᾶς αὐτοὺς ἐργασώμεθα· κρεῖσσον γὰρ ἐν χρόνῳ βραχεῖ αἰσχυνομένους τὴν εὔκλειαν ἀπέραντον διασώσασθαι ἢ τὴν ἐν τῷ παραυτίκα φυγόντας ὕβριν ἐς ἅπαντα τὸν αἰῶνα, ὡς τὸ εἰκός, ἐγκαλύπτεσθαι.
11.16
καίτοι καὶ ὑμεῖς δή που ἐπίστασθε ὡς τό τε Γότθων πλῆθος καὶ ξύμπασαν σχεδόν τι τὴν τῶν ὅπλων σκευὴν ἔν τε Γαλλίαις καὶ Βενετίαις καὶ χώραις ταῖς ἑκαστάτω ξυμβαίνει εἶναι.
11.17
καὶ μὴν καὶ πρὸς τὰ Φράγγων ἔθνη οὐχ ἥσσω τοῦδε πόλεμον διαφέρομεν, ὃν δὴ οὐκ εὖ διαθεμένους ἐφ’ ἕτερον χωρεῖν πολλὴ ἄνοια. τοὺς γὰρ ἐς ἀμφίβολόν τι καθισταμένους καὶ οὐ πρὸς ἕνα πολέμιον ὁρῶντας τῶν ἐναντίων ἡσσᾶσθαι εἰκός.
11.18
ἐγὼ δέ φημι χρῆναι νῦν μὲν εὐθὺ Ῥαβέννης ἐνθένδε ἰέναι, τὸν δὲ πρὸς Φράγγους πόλεμον διαλύσαντας τἄλλα τε διῳκημένους ὡς ἄριστα οὕτω δὴ Βελισαρίῳ παντὶ τῷ Γότθων στρατῷ διαμάχεσθαι.