Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 5

10.27 ὅσοι δὲ ἀμφὶ πύλας ἐτετάχατο τὰς πρὸς ἀνίσχοντα ἥλιον τετραμμένας, ἐπεὶ κλίμακες σφίσι παροῦσαι οὐδαμῆ ἔτυχον, ταύτας δὴ τὰς πύλας ἀφυλάκτους παντάπασιν οὔσας ἔκαυσαν.
10.28 ἔρημον γὰρ ἀνδρῶν τὸ ἐκείνῃ τεῖχος, ἅτε τῶν φυλάκων δρασμῷ χρησαμένων,
10.29 ἐγένετο. φόνος τε ἐνταῦθα πολὺς ἐγεγόνει. θυμῷ γὰρ ἐχόμενοι ἅπαντες, ἄλλως τε καὶ ὅσοις ἀδελφόν τινα ἣ ξυγγενῆ ἀποθανεῖν τειχομαχοῦντα τετύχηκε, τὸν ἐν ποσὶν ἀεί, οὐδεμιᾶς ἡλικίας φειδόμενοι, ἔκτεινον, ἔς τε τὰς οἰκίας ἐσβάλλοντες παῖδας μὲν καὶ γυναῖκας ἠνδραπόδισαν, τὰ δὲ χρήματα ἐληίσαντο, καὶ πάντων μάλιστα οἱ Μασσαγέται, οἳ οὐδὲ τῶν ἱερῶν ἀπεχόμενοι πολλοὺς τῶν ἐς αὐτὰ φυγόντων ἀνεῖλον, ἕως Βελισάριος πανταχόσε περιιὼν διεκώλυσέ τε καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε·
10.30 “Ἐπειδὴ νενικηκέναι τε ἡμῖν δέδωκεν ὁ θεὸς καὶ ἐπὶ πλεῖστον εὐδοξίας ἀφῖχθαι, πόλιν ἀνάλωτον πρότερον οὖσαν ὑποχειρίαν ἡμῖν ποιησάμενος, ἀναγκαῖον καὶ ἡμᾶς τὸ μὴ ἀναξίους εἶναι τῆς χάριτος, ἀλλὰ τῇ ἐς τοὺς ἡσσημένους φιλανθρωπίᾳ τὸ δικαίως κεκρατηκέναι τούτων ἐνδείκνυσθαι.
10.31 μὴ τοίνυν ἀπέραντα Νεαπολίτας μισήσητε, μηδὲ ὑπερόριον τοῦ πολέμου τὸ ἐς αὐτοὺς ἔχθος ποιήσητε. τοὺς γὰρ ἡσσημένους οὐδεὶς τῶν νενικηκότων ἔτι μισεῖ.
10.32 κτείνοντές τε αὐτοὺς οὐ πολεμίων ἀπαλλαγήσεσθε τὸ λοιπόν, ἀλλὰ θανάτῳ ζημιωθήσεσθε τῶν ὑπηκόων. οὐκοῦν ἀνθρώπους τούσδε μηδὲν ἐργάσησθε περαιτέρω κακόν, μηδὲ τῇ ὀργῇ πάντα χαρίζεσθε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi