Kitap 5
9.22
Ἐπειδὴ δὲ ἅπαντα ἤδη ὡς ἄριστα εἶχεν, ἔννοια Βελισαρίῳ ἐγένετο ὡς, ἢν πολέμῳ ἐς Νεάπολιν τῷ στρατῷ ἐσιτητὰ εἴη, τοῖς τε ἀνθρώποις ἀπολωλέναι ξυμβήσεται καὶ τἄλλα ξυμπεσεῖν ἅπαντα, ὅσα πόλει πρὸς πολεμίων ἁλούσῃ γίνεσθαι εἴωθε.
9.23
Στέφανόν τε εὐθὺς μεταπεμψάμενος ἔλεξε τοιάδε· “Πολλάκις εἶδον πόλεις ἁλούσας καὶ τῶν τηνικαῦτα γινομένων εἰμὶ ἔμπειρος.
9.24
τοὺς μὲν γὰρ ἄνδρας ἀναιροῦσιν ἡβηδὸν ἅπαντας, γυναῖκας δὲ θνήσκειν αἰτουμένας οὐκ ἀξιοῦσι κτείνειν, ἀλλ’ ἐς ὕβριν ἀγόμεναι πάσχουσιν ἀνήκεστά τε καὶ ἐλέου πολλοῦ ἄξια.
9.25
παῖδας δὲ οὔτε τροφῆς οὔτε παιδείας οὕτω μεταλαχόντας δουλεύειν ἀνάγκη, καὶ ταῦτα τοῖς πάντων ἐχθίστοις, ὧν ἐν ταῖς χερσὶ τὸ τῶν πατέρων αἷμα τεθέανται.
9.26
ἐῶ γάρ, ὦ φίλε Στέφανε, λέγειν τὸ πῦρ, ᾧ τά τε ἄλλα χρήματα καὶ τὸ τῆς πόλεως ἀφανίζεται κάλλος. ταῦτα Νεάπολιν τήνδε ὥσπερ ἐν κατόπτρῳ ταῖς πρότερον ἁλούσαις πόλεσιν ὁρῶν πάσχουσαν, αὐτῆς τε καὶ ὑμῶν ἐς οἶκτον ἥκω.
9.27
μηχαναὶ γάρ μοι πεποίηνται νῦν ἐς αὐτήν, ἣν μὴ οὐχὶ ἁλῶναι ἀδύνατον. πόλιν δὲ ἀρχαίαν καὶ οἰκήτορας Χριστιανούς τε καὶ Ῥωμαίους ἄνωθεν ἔχουσαν ἐς τοῦτο τύχης οὐκ ἂν εὐξαίμην, ἄλλως τε καὶ ὑπ’ ἐμοῦ Ῥωμαίων στρατηγοῦντος, ἐλθεῖν, μάλιστα ἐπεὶ βάρβαροι πολλοί μοι τὸ πλῆθος ἐν τῷ στρατοπέδῳ εἰσίν, ἀδελφοὺς ἢ ξυγγενεῖς πρὸ τοῦδε ἀπολωλεκότες τοῦ τείχους· ὧν δὴ κατέχειν τὸν θυμόν, ἢν πολέμῳ τὴν πόλιν ἕλωσιν, οὐκ ἂν δυναίμην.