Kitap 5
9.6
ταῦτα Θευδάτῳ θεασαμένῳ καὶ ξυμβαλλομένῳ τὴν τοῦ πολέμου ἀπόβασιν δέος φασὶν ἐπελθεῖν μέγα, εὖ εἰδότι ὡς Ῥωμαίοις μὲν ξυμπεσεῖται πάντως τεθνήξεσθαί τε κατὰ ἡμίσεας καὶ τῶν χρημάτων στερήσεσθαι, Γότθοις δὲ ἡσσωμένοις τὸ γένος ἐς ὀλίγους ἀποκεκρίσθαι, ἐς βασιλέα δέ, ὀλίγων οἱ στρατιωτῶν ἀπολουμένων,
9.7
τὸ τοῦ πολέμου ἀφίξεσθαι κράτος. καὶ διὰ τοῦτο Θευδάτῳ λέγουσιν οὐδεμίαν ὁρμὴν ἐπιπεσεῖν ἐς ἀγῶνα Βελισαρίῳ καθίστασθαι. περὶ μὲν οὖν τούτων λεγέτω ἕκαστος ὥς πη ἐς αὐτὰ πίστεώς τε καὶ ἀπιστίας ἔχει.
9.8
Βελισάριος δὲ Νεαπολίτας κατὰ γῆν τε καὶ θάλατταν πολιορκῶν ἤσχαλλεν. οὐ γάρ οἱ οὐδὲ προσχωρήσειν ποτὲ αὐτοὺς ᾤετο, οὐ μὴν οὐδὲ ἁλώσεσθαι ἤλπιζεν, ἐπεὶ τοῦ χωρίου τὴν δυσκολίαν ἀντιστατοῦσαν ὡς μάλιστα εἶχε.
9.9
καὶ ὁ χρόνος αὐτὸν τριβόμενος ἐνταῦθα ἠνία, λογιζόμενον ὅπως μὴ χειμῶνος ὥρᾳ ἐπὶ Θευδάτον τε ἀναγκάζηται καὶ Ῥώμην ἰέναι.
9.10
ἤδη δὲ καὶ τῷ στρατῷ ἐπήγγειλε συσκευάζεσθαι, μέλλων ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσεσθαι. καί οἱ ἐπὶ πλεῖστον ἀπορουμένῳ εὐτυχίᾳ τοιᾷδε ξυνηνέχθη χρῆσθαι.
9.11
τῶν τινα Ἰσαύρων ἐπιθυμία ἔσχε τὴν τοῦ ὀχετοῦ οἰκοδομίαν θεάσασθαι, καὶ ὅντινα τρόπον τῇ πόλει τὴν τοῦ ὕδατος χρείαν παρείχετο.
9.12
ἐσβάς τε τῆς πόλεως ἄποθεν, ὅθεν αὐτὸν διέρρηξε Βελισάριος, ἐβάδιζε πόνῳ οὐδενί, ἐπεὶ τὸ ὕδωρ αὐτὸν ἅτε διερρωγότα ἐπελελοίπει.
9.13
ἐπεὶ δὲ ἄγχιστα τοῦ περιβόλου ἐγένετο, πέτρᾳ μεγάλῃ ἐνέτυχεν, οὐκ ἀνθρώπων χερσὶν ἐνταῦθα, ἀλλὰ πρὸς τῆς φύσεως τοῦ χωρίου ἀποτεθείσῃ.