Kitap 5
8.39
τί δὲ καὶ παθόντες κατωρρωδήκατε τῶν πολεμίων τὴν προσεδρείαν, οἳ οὔτε τῶν ἐπιτηδείων σπανίζοντες οὔτε του ἀποκεκλεισμένοι τῶν ἀναγκαίων κάθησθε οἴκοι, τῷ τε περιβόλῳ καὶ φρουροῖς τοῖσδε τὸ θαρρεῖν ἔχοντες; οἰόμεθα δὲ οὐδ’ ἂν Βελισάριον ἐς τήνδε ξυμβῆναι τὴν ὁμολογίαν ἡμῖν, εἴ τινα βίᾳ τὴν πόλιν αἱρήσειν ἐλπίδα εἶχε.
8.40
καίτοι εἰ τὰ δίκαια καὶ ἡμῖν ξυνοίσοντα ποιεῖν ἤθελεν, οὐ Νεαπολίτας αὐτὸν δεδίσσεσθαι ἐχρῆν οὐδὲ τῇ παρ’ ἡμῶν ἐς Γότθους ἀδικίᾳ τὴν οἰκείαν βεβαιοῦν δύναμιν, ἀλλὰ Θευδάτῳ τε καὶ Γότθοις ἐς χεῖρας ἰέναι, ὅπως κινδύνου τε καὶ προδοσίας ἡμετέρας χωρὶς ἡ πόλις ἐς τὸ τῶν νικώντων χωρήσει κράτος.”
8.41
Τοσαῦτα Πάστωρ τε καὶ Ἀσκληπιόδοτος εἰπόντες τοὺς Ἰουδαίους παρῆγον ἰσχυριζομένους τὴν πόλιν τῶν ἀναγκαίων οὐδενὸς ἐνδεᾶ ἔσεσθαι, καὶ Γότθοι δὲ φυλάξειν ἀσφαλῶς τὸν περίβολον ἰσχυρίζοντο.
8.42
οἷς δὴ Νεαπολῖται ἠγμένοι ἐκέλευον Βελισάριον ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσεσθαι.
8.43
ὁ δὲ ἐς τὴν πολιορκίαν καθίστατο. πολλάκις τε τοῦ περιβόλου ἀποπειρασάμενος ἀπεκρούσθη, τῶν στρατιωτῶν ἀπολέσας πολλούς, καὶ μάλιστα οἷς δὴ ἀρετῆς τι μεταποιεῖσθαι ξυνέβαινε.
8.44
τὸ γὰρ Νεαπόλεως τεῖχος τὰ μὲν θαλάσσῃ, τὰ δὲ δυσχωρίαις τισὶν ἀπρόσοδόν τε ἦν καὶ τοῖς ἐπιβουλεύουσι τά τε ἄλλα καὶ διὰ τὸ ἄναντες εἶναι οὐδαμῆ ἐσβατόν.
8.45
καὶ τὸν ὀχετὸν μέντοι, ὃς ἐς τὴν πόλιν ἐσῆγε τὸ ὕδωρ, διελὼν Βελισάριος, οὐ σφόδρα Νεαπολίτας ἐτάραξεν, ἐπεὶ φρέατα ἐντός τε ὄντα τοῦ περιβόλου καὶ τὴν χρείαν παρεχόμενα αἴσθησιν τούτου σφίσιν οὐ λίαν ἐδίδου.