Kitap 5
8.1
Βελισάριος δὲ φύλακας ἔν τε Συρακούσῃ καὶ Πανόρμῳ ἀπολιπὼν τῷ ἄλλῳ στρατῷ ἐκ Μεσήνης διέβη ἐς Ῥήγιον ʽἔνθα δὴ οἱ ποιηταὶ τήν τε Σκύλλαν γεγονέναι μυθοποιοῦσι καὶ Χάρυβδιν̓, καὶ αὐτῷ προσεχώρουν ὁσημέραι οἱ ταύτῃ ἄνθρωποι.
8.2
τῶν τε γὰρ χωρίων ἀτειχίστων σφίσιν ἐκ παλαιοῦ ὄντων, φυλακὴν αὐτῶν οὐδαμῆ εἶχον καὶ κατὰ ἔχθος τὸ Γότθων μάλιστα τῇ παρούσῃ ἀρχῇ, ὡς τὸ εἰκός, ἤχθοντο.
8.3
ἐκ δὲ Γότθων αὐτόμολος παρὰ Βελισάριον Ἐβρίμους ξὺν πᾶσι τοῖς ἑπομένοις ἦλθεν, ὁ Θευδάτου γαμβρός, ὃς τῇ ἐκείνου θυγατρὶ Θευδενάνθῃ ξυνῴκει. αὐτίκα τε παρὰ βασιλέα σταλείς, γερῶν τε ἄλλων ἔτυχε καὶ ἐς τὸ πατρικίων ἀξίωμα ἦλθε.
8.4
τὸ δὲ στράτευμα ἐκ Ῥηγίου πεζῇ διὰ Βριττίων τε καὶ Λευκανῶν ᾔει, παρηκολούθει τε ἄγχιστα τῆς ἠπείρου ὁ τῶν νηῶν στόλος.
8.5
ἐπεὶ δὲ ἐς Καμπανίαν ἀφίκοντο, πόλει ἐνέτυχον ἐπιθαλασσίᾳ, Νεαπόλει ὄνομα, χωρίου τε φύσει ἐχυρᾷ καὶ Γότθων πολλῶν φρουρὰν ἐχούσῃ.
8.6
καὶ τὰς μὲν ναῦς Βελισάριος ἐκέλευεν ἐν τῷ λιμένι ἔξω βελῶν ὄντι ὁρμίζεσθαι, αὐτὸς δὲ τῆς πόλεως ἐγγὺς στρατόπεδον ποιησάμενος πρῶτον μὲν τὸ φρούριον ὃ ἐν τῷ προαστείῳ ἐστὶν ὁμολογίᾳ εἷλεν, ἔπειτα δὲ καὶ τοῖς ἐν τῇ πόλει δεομένοις ἐπέτρεπε τῶν τινας λογίμων ἐς τὸ στρατόπεδον πέμψαι, ἐφ’ ᾦ ἐπείπωσί τε ὅσα αὐτοῖς βουλομένοις ἐστὶ καὶ τοὺς λόγους ἀκούσαντες τοὺς αὐτοῦ ἐς τὸ πᾶν ἀγγείλωσιν.
8.7
αὐτίκα οὖν οἱ Νεαπολῖται Στέφανον πέμπουσιν. ὃς ἐπεὶ παρὰ Βελισάριον ἧκεν, ἔλεξε τοιάδε· “Οὐ δίκαια ποιεῖς, ὦ στρατηγέ, ἐπ’ ἄνδρας Ῥωμαίους τε καὶ οὐδὲν ἀδικοῦντας στρατεύων, οἳ πόλιν τε μικρὰν οἰκοῦμεν καὶ βαρβάρων δεσποτῶν φρουρὰν ἔχομεν, ὥστε οὐδ’ ἀντιπρᾶξαι,